호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ μὲν ἅπανθ ὅς ὑπέσχονθ ὑμῖν ἐκ τῆς εἰρήνης γέγονε, καὶ τοσαύτης ἀνανδρίας καὶ κακίας ὑμεῖς ὁμολογεῖτ εἶναι μεστοί, ὥστε μήτ ἐν τῇ χώρᾳ τῶν πολεμίων ὄντων μήτ ἐκ θαλάττης πολιορκούμενοι μήτ ἐν ἄλλῳ μηδενὶ δεινῷ τῆς πόλεως οὔσης, ἀλλὰ καὶ σῖτον εὐώνον ὠνούμενοι καὶ τἄλλ οὐδὲν χεῖρον πράττοντες ἢ νῦν, προειδότες καὶ προακηκοότες παρὰ τούτων καὶ τοὺς συμμάχους ἀπολουμένους καὶ Θηβαίους ἰσχυροὺς γενησομένους καὶ τἀπὶ Θρᾴκης Φίλιππον ληψόμενον καὶ ἐν Εὐβοίᾳ κατασκευασθησόμεν ὁρμητήρι ἐφ ὑμᾶς καὶ πάνθ ἃ πέπρακται γενησόμενα, εἶτα τὴν εἰρήνην ἐποιήσασθ ἀγαπητῶς, ἀποψηφίσασθ Αἰσχίνου, καὶ μὴ πρὸς τοσούτοις αἰσχροῖς καὶ ἐπιορκίαν προσκτήσησθε:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기