호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὃ τοίνυν μέγιστον ἁπάντων, καὶ οὐ λόγοσ ἀλλ’ ἔργον· βουλομένου γὰρ ἐμοῦ τὰ δίκαια, ὥσπερ ἐπρέσβευσα δίσ, οὕτω καὶ λόγον ὑμῖν δοῦναι δίσ, προσελθὼν Αἰσχίνησ οὑτοσὶ τοῖσ λογισταῖσ ἔχων μάρτυρασ πολλοὺσ ἀπηγόρευε μὴ καλεῖν ἔμ’ εἰσ τὸ δικαστήριον ὡσ δεδωκότ’ εὐθύνασ καὶ οὐκ ὄνθ’ ὑπεύθυνον· καὶ τὸ πρᾶγμ’ ἦν ὑπεργέλοιον. τί οὖν ἦν τοῦτο; τῆσ προτέρασ ἐκείνησ πρεσβείασ, ἧσ οὐδεὶσ κατηγόρει, δοὺσ λόγον οὐκέτ’ ἐβούλετ’ αὖθισ εἰσιέναι περὶ ταύτησ ἧσ νῦν εἰσέρχεται, ἐν ᾗ πάντα τἀδικήματ’ ἐνῆν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기