- 텍스트

Demosthenes, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας? 156:

(데모스테네스, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας 156:)

καὶ τίς μου καταμαρτυρεῖ, φήσει, δῶρα λαβεῖν· τοῦτο γάρ ἐστι τὸ λαμπρόν. τὰ πράγματ, Αἰσχίνη, ἅπερ πιστότατ ἐστὶν ἁπάντων, καὶ οὐκ ἔνεστ εἰπεῖν οὐδ αἰτιάσασθαι ὡς ἢ πεπεισμέν ἢ χαριζόμενά τῴ ἐστι τοιαῦτα, ἀλλ οἱά῀περ αὐτὰ προδοὺς καὶ διαφθείρας σὺ πεποίηκας, τοιαῦτ ἐξεταζόμενα φαίνεται. πρὸς δὲ τοῖς πράγμασιν αὐτὸς αὐτίκα δὴ σὺ σαυτοῦ. ἀπόκριναι γὰρ δεῦρ ἀναστάς μοι. οὐ γὰρ δὴ δι ἀπειρίαν γ οὐ φήσεις ἔχειν ὅ τι εἴπῃς: ὃς γὰρ ἀγῶνας καινοὺς ὥσπερ δράματα, καὶ τούτους ἀμαρτύρους, πρὸς διαμεμετρημένην τὴν ἡμέραν αἱρεῖς διώκων, δῆλον ὅτι πάνδεινος εἶ τις.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION