호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγε δὴ τὸ ψήφισμα λαβὼν τὸ τοῦ Διοφάντου καὶ τὸ τοῦ Καλλισθένουσ, ἵν’ εἰδῆθ’ ὅτι, ὅτε μὲν τὰ δέοντ’ ἐποιεῖτε, θυσιῶν καὶ ἐπαίνων ἠξιοῦσθε παρ’ ὑμῖν αὐτοῖσ καὶ παρὰ τοῖσ ἄλλοισ, ἐπειδὴ δ’ ὑπὸ τούτων παρεκρούσθητε, παῖδασ καὶ γυναῖκασ ἐκ τῶν ἀγρῶν κατεκομίζεσθε καὶ τὰ Ἡράκλει’ ἐντὸσ τείχουσ θύειν ἐψηφίζεσθε, εἰρήνησ οὔσησ. ὃ καὶ θαυμάζω, εἰ τὸν μηδὲ τοὺσ θεούσ, καθ’ ὃ πάτριον ἦν, τιμᾶσθαι ποιήσαντα, τοῦτον ἀτιμώρητον ἀφήσετε. λέγε τὸ ψήφισμα. Ψήφισμα ταῦτα μὲν τότ’ ἄξι’, ὦ ἄνδρεσ Ἀθηναῖοι, τῶν πεπραγμένων ἐψηφίσασθε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기