호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀκούων τοίνυν ἐγὼ τηλικαῦτα καὶ τοιαῦτ ἐπαγγελλομένου τούτου, καὶ ἀκριβῶς εἰδὼς ὅτι ψεύδεται, - καὶ ὅθεν, φράσω πρὸς ὑμᾶς, πρῶτον μὲν ἐκ τοῦ, ὅτε τοὺς ὁρ´κους ἔμελλε Φίλιππος ὀμνύναι τοὺς περὶ τῆς εἰρήνης, ἐκσπόνδους ἀποφανθῆναι τοὺς Φωκέας ὑπὸ τούτων, ὃ σιωπᾶν καὶ ἐᾶν εἰκὸς ἦν, εἴπερ ἔμελλον σῴζεσθαι: ἔπειτ ἐκ τοῦ μὴ τοὺς παρὰ τοῦ Φιλίππου πρέσβεις ταῦτα λέγειν μηδὲ τὴν ἐπιστολὴν τὴν Φιλίππου, ἀλλὰ τοῦτον - ἐκ τούτων οὖν τεκμαιρόμενος, ἀναστὰς καὶ παρελθὼν ἐπειρώμην μὲν ἀντιλέγειν, ὡς δ ἀκούειν οὐκ ἠθέλετε, ἡσυχίαν ἔσχον, τοσοῦτο μόνον διαμαρτυράμενος καὶ πρὸς Διὸς καὶ θεῶν ἀναμιμνῄσκεσθε ὅτι ταῦτ οὔτ οἶδ οὔτε κοινωνῶ, προσέθηκα δ ὡς οὐδὲ προσδοκῶ. τραχέως δ ὑμῶν τῷ μηδὲ προσδοκᾶν σχόντων, καὶ ὅπως γ, ὦ ἄνδρες Ἀθηναῖοι, ἔφην, ἄν τι τούτων γίγνηται, τούτους ἐπαινέσεσθε καὶ τιμήσετε καὶ στεφανώσετε, ἐμὲ δὲ μή:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기