- 텍스트

Demosthenes, Speeches 11-20, Περὶ τοῦ Στεφάνου? 446:

(데모스테네스, Speeches 11-20, Περὶ τοῦ Στεφάνου 446:)

ὧν, ὅτε μὲν τῇ πόλει τὰ βέλτισθ ἑλέσθαι παρῆν, ἐφαμίλλου τῆς εἰς τὴν πατρίδ εὐνοίας ἐν κοινῷ πᾶσι κειμένης, ἐγὼ κράτιστα λέγων ἐφαινόμην, καὶ τοῖς ἐμοῖς καὶ ψηφίσμασι καὶ νόμοις καὶ πρεσβείαις ἅπαντα διῳκεῖτο, ὑμῶν δ οὐδεὶς ἦν οὐδαμοῦ, πλὴν εἰ τούτοις ἐπηρεάσαι τι δέοι: ἐπειδὴ δ ἃ μήποτ ὤφελεν συνέβη, καὶ οὐκέτι συμβούλων ἀλλὰ τῶν τοῖς ἐπιταττομένοις ὑπηρετούντων καὶ τῶν κατὰ τῆς πατρίδος μισθαρνεῖν ἑτοίμων καὶ τῶν κολακεύειν ἕτερον βουλομένων ἐξέτασις ἦν, τηνικαῦτα σὺ καὶ τούτων ἕκαστος ἐν τάξει καὶ μέγας καὶ λαμπρὸς ἱπποτρόφος, ἐγὼ δ ἀσθενής, ὁμολογῶ, ἀλλ εὔνους μᾶλλον ὑμῶν τουτοισί.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION