호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολλὰ τοίνυν, ὦ ἄνδρεσ Ἀθηναῖοι, καὶ ἄλλα κατηγορηκότοσ αὐτοῦ καὶ κατεψευσμένου, μάλιστ’ ἐθαύμασα πάντων ὅτε τῶν συμβεβηκότων τότε τῇ πόλει μνησθεὶσ οὐχ ὡσ ἂν εὔνουσ καὶ δίκαιοσ πολίτησ ἔσχε τὴν γνώμην οὐδ’ ἐδάκρυσεν, οὐδ’ ἔπαθεν τοιοῦτον οὐδὲν τῇ ψυχῇ, ἀλλ’ ἐπάρασ τὴν φωνὴν καὶ γεγηθὼσ καὶ λαρυγγίζων ᾤετο μὲν ἐμοῦ κατηγορεῖν δηλονότι, δεῖγμα δ’ ἐξέφερεν καθ’ ἑαυτοῦ ὅτι τοῖσ γεγενημένοισ ἀνιαροῖσ οὐδὲν ὁμοίωσ ἔσχε τοῖσ ἄλλοισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기