- 텍스트

Demosthenes, Speeches 11-20, Περὶ τοῦ Στεφάνου? 358:

(데모스테네스, Speeches 11-20, Περὶ τοῦ Στεφάνου 358:)

οὐκοῦν ἐν μὲν οἷς εἰσηγγελλόμην, ὅτ ἀπεψηφίζεσθέ μου καὶ τὸ μέρος τῶν ψήφων τοῖς διώκουσιν οὐ μετεδίδοτε, τότ ἐψηφίζεσθε τἄριστά με πράττειν: ἐν οἷς δὲ τὰς γραφὰς ἀπέφευγον, ἔννομα καὶ γράφειν καὶ λέγειν ἀπεδεικνύμην: ἐν οἷς δὲ τὰς εὐθύνας ἐπεσημαίνεσθε, δικαίως καὶ ἀδωροδοκήτως πάντα πεπρᾶχθαί μοι προσωμολογεῖτε. τούτων οὖν οὕτως ἐχόντων, τί προσῆκεν ἢ τί δίκαιον ἦν τοῖς ὑπ ἐμοῦ πεπραγμένοις θέσθαι τὸν Κτησιφῶντ ὄνομα· οὐχ ὃ τὸν δῆμον ἑώρα τιθέμενον, οὐχ ὃ τοὺς ὀμωμοκότας δικαστάς, οὐχ ὃ τὴν ἀλήθειαν παρὰ πᾶσι βεβαιοῦσαν·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION