- 텍스트

Demosthenes, Speeches 11-20, Περὶ τοῦ Στεφάνου? 357:

(데모스테네스, Speeches 11-20, Περὶ τοῦ Στεφάνου 357:)

καὶ μετὰ ταῦτα συστάντων οἷς ἦν ἐπιμελὲς κακῶς ἐμὲ ποιεῖν, καὶ γραφάς, εὐθύνας, εἰσαγγελίας, πάντα ταῦτ ἐπαγόντων μοι, οὐ δι ἑαυτῶν τό γε πρῶτον, ἀλλὰ δι ὧν μάλισθ ὑπελάμβανον ἀγνοήσεσθαι ἴστε γὰρ δήπου καὶ μέμνησθ ὅτι τοὺς πρώτους χρόνους κατὰ τὴν ἡμέραν ἑκάστην ἐκρινόμην ἐγώ, καὶ οὔτ ἀπόνοια Σωσικλέους οὔτε συκοφαντία Φιλοκράτους οὔτε Διώνδου καὶ Μελάντου μανία οὔτ ἄλλ οὐδὲν ἀπείρατον ἦν τούτοις κατ ἐμοῦ, ἐν τοίνυν τούτοις πᾶσι μάλιστα μὲν διὰ τοὺς θεούς, δεύτερον δὲ δι ὑμᾶς καὶ τοὺς ἄλλους Ἀθηναίους ἐσῳζόμην. δικαίως: τοῦτο γὰρ καὶ ἀληθές ἐστι καὶ ὑπὲρ τῶν ὀμωμοκότων καὶ γνόντων τὰ εὐόρκα δικαστῶν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION