- 텍스트

Demosthenes, Speeches 11-20, Περὶ τοῦ Στεφάνου? 264:

(데모스테네스, Speeches 11-20, Περὶ τοῦ Στεφάνου 264:)

τί οὖν φημὶ δεῖν· πρῶτον μὲν τὸν παρόντ ἐπανεῖναι φόβον, εἶτα μεταθέσθαι καὶ φοβεῖσθαι πάντας ὑπὲρ Θηβαίων: πολὺ γὰρ τῶν δεινῶν εἰσιν ἡμῶν ἐγγυτέρω, καὶ προτέροις αὐτοῖς ἐστιν ὁ κίνδυνος: ἔπειτ ἐξελθόντας Ἐλευσῖνάδε τοὺς ἐν ἡλικίᾳ καὶ τοὺς ἱππέας δεῖξαι πᾶσιν ὑμᾶς αὐτοὺς ἐν τοῖς ὅπλοις ὄντας, ἵνα τοῖς ἐν Θήβαις φρονοῦσι τὰ ὑμέτερα ἐξ ἴσου γένηται τὸ παρρησιάζεσθαι περὶ τῶν δικαίων, ἰδοῦσιν ὅτι, ὥσπερ τοῖς πωλοῦσι Φιλίππῳ τὴν πατρίδα πάρεσθ ἡ βοηθήσουσα δύναμις ἐν Ἐλατείᾳ, οὕτω τοῖς ὑπὲρ τῆς ἐλευθερίας ἀγωνίζεσθαι βουλομένοις ὑπάρχεθ ὑμεῖς ἕτοιμοι καὶ βοηθήσετε, ἐάν τις ἐπ αὐτοὺς ἰῄ.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION