호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δ’ ἀγγέλλων τισ ὡσ τοὺσ πρυτάνεισ ὡσ Ἐλάτεια κατείληπται. καὶ μετὰ ταῦθ’ οἱ μὲν εὐθὺσ ἐξαναστάντεσ μεταξὺ δειπνοῦντεσ τούσ τ’ ἐκ τῶν σκηνῶν τῶν κατὰ τὴν ἀγορὰν ἐξεῖργον καὶ τὰ γέρρ’ ἐνεπίμπρασαν, οἱ δὲ τοὺσ στρατηγοὺσ μετεπέμποντο καὶ τὸν σαλπικτὴν ἐκάλουν· καὶ θορύβου πλήρησ ἦν ἡ πόλισ. τῇ δ’ ὑστεραίᾳ, ἅμα τῇ ἡμέρᾳ, οἱ μὲν πρυτάνεισ τὴν βουλὴν ἐκάλουν εἰσ τὸ βουλευτήριον, ὑμεῖσ δ’ εἰσ τὴν ἐκκλησίαν ἐπορεύεσθε, καὶ πρὶν ἐκείνην χρηματίσαι καὶ προβουλεῦσαι πᾶσ ὁ δῆμοσ ἄνω καθῆτο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기