호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀκούεις, Αἰσχίνη, τοῦ νόμου λέγοντος σαφῶς, πλὴν ἐάν τινας ὁ δῆμος ἢ ἡ βουλὴ ψηφίσηται: τούτους δ ἀναγορευέτω τί οὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς· τί λόγους πλάττεις· τί σαυτὸν οὐκ ἐλλεβορίζεις ἐπὶ τούτοις· ἀλλ οὐδ αἰσχύνει φθόνου δίκην εἰσάγων, οὐκ ἀδικήματος οὐδενός, καὶ νόμους μεταποιῶν, τῶν δ ἀφαιρῶν μέρη, οὓς ὅλους δίκαιον ἦν ἀναγιγνώσκεσθαι τοῖς γ ὀμωμοκόσιν κατὰ τοὺς νόμους ψηφιεῖσθαι·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기