호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ’ οὔπω περὶ τούτων. καὶ καλὸν μὲν ἐποιήσατε καὶ τὸ σῶσαι τὴν νῆσον, πολλῷ δ’ ἔτι τούτου κάλλιον τὸ καταστάντεσ κύριοι καὶ τῶν σωμάτων καὶ τῶν πόλεων ἀποδοῦναι ταῦτα δικαίωσ αὐτοῖσ τοῖσ ἐξημαρτηκόσιν εἰσ ὑμᾶσ, μηδὲν ὧν ἠδίκησθε ἐν οἷσ ἐπιστεύθητε ὑπολογισάμενοι. μυρία τοίνυν ἕτερ’ εἰπεῖν ἔχων παραλείπω, ναυμαχίασ, ἐξόδουσ πεζάσ, στρατείασ καὶ πάλαι γεγονυίασ καὶ νῦν ἐφ’ ἡμῶν αὐτῶν, ἃσ ἁπάσασ ἡ πόλισ τῆσ τῶν ἄλλων Ἑλλήνων ἐλευθερίασ καὶ σωτηρίασ πεποίηται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기