- 텍스트

Demosthenes, Speeches 11-20, Περὶ τοῦ Στεφάνου? 125:

(데모스테네스, Speeches 11-20, Περὶ τοῦ Στεφάνου 125:)

ἀλλὰ μὴν ἡλίκα ταῦτ ὠφέλησεν ἅπαντας, οὐκέτ ἐκ τοῦ λόγου δεῖ μαθεῖν, ἀλλ ἔργῳ πεπείρασθε: ὁ γὰρ τότ ἐνστὰς πόλεμος ἄνευ τοῦ καλὴν δόξαν ἐνεγκεῖν ἐν πᾶσι τοῖς κατὰ τὸν βίον ἀφθονωτέροις καὶ εὐωνοτέροις διῆγεν ὑμᾶς τῆς νῦν εἰρήνης, ἣν οὗτοι κατὰ τῆς πατρίδος τηροῦσιν οἱ χρηστοί, ἐπὶ ταῖς μελλούσαις ἐλπίσιν, ὧν διαμάρτοιεν, καὶ μετάσχοιεν ὧν ὑμεῖς οἱ τὰ βέλτιστα βουλόμενοι τοὺς θεοὺς αἰτεῖτε, μὴ μεταδοῖεν ὑμῖν ὧν αὐτοὶ προῄρηνται. Λέγε δ αὐτοῖς καὶ τοὺς τῶν Βυζαντίων στεφάνους καὶ τοὺς τῶν Περινθίων, οἷς ἐστεφάνουν ἐκ τούτων τὴν πόλιν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION