호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ ταῦτα δὲ τοὺσ ἀποστόλουσ ἅπαντασ ἀπέστειλα, καθ’ οὓσ Χερρόνησοσ ἐσώθη καὶ Βυζάντιον καὶ πάντεσ οἱ σύμμαχοι. ἐξ ὧν ὑμῖν μὲν τὰ κάλλιστα, ἔπαινοι, δόξαι, τιμαί, στέφανοι, χάριτεσ παρὰ τῶν εὖ πεπονθότων ὑπῆρχον· τῶν δ’ ἀδικουμένων τοῖσ μὲν ὑμῖν τότε πεισθεῖσιν ἡ σωτηρία περιεγένετο, τοῖσ δ’ ὀλιγωρήσασι τὸ πολλάκισ ὧν ὑμεῖσ προείπατε μεμνῆσθαι, καὶ νομίζειν ὑμᾶσ μὴ μόνον εὔνουσ ἑαυτοῖσ, ἀλλὰ καὶ φρονίμουσ ἀνθρώπουσ καὶ μάντεισ εἶναι· πάντα γὰρ ἐκβέβηχ’ ἃ προείπατε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기