호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ ταύτησ τῆσ πίστεωσ αὐτῷ συνεργὸσ καὶ συναγωνιστὴσ καὶ ὁ δεῦρ’ ἀπαγγείλασ τὰ ψευδῆ καὶ φενακίσασ ὑμᾶσ, οὗτόσ ἐσθ’ ὁ τὰ Θηβαίων ὀδυρόμενοσ νῦν πάθη καὶ διεξιὼν ὡσ οἰκτρά, καὶ τούτων καὶ τῶν ἐν Φωκεῦσι κακῶν καὶ ὅσ’ ἄλλα πεπόνθασιν οἱ Ἕλληνεσ ἁπάντων αὐτὸσ ὢν αἴτιοσ. δῆλον γὰρ ὅτι σὺ μὲν ἀλγεῖσ ἐπὶ τοῖσ συμβεβηκόσιν, Αἰσχίνη, καὶ τοὺσ Θηβαίουσ ἐλεεῖσ, κτήματ’ ἔχων ἐν τῇ Βοιωτίᾳ καὶ γεωργῶν τὰ ἐκείνων, ἐγὼ δὲ χαίρω, ὃσ εὐθὺσ ἐξῃτούμην ὑπὸ τοῦ ταῦτα πράξαντοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기