호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ταυτὶ πάνθ’ ὑπὲρ τῆσ ἀληθείασ ἀκριβολογοῦμαι καὶ διεξέρχομαι. εἰ γὰρ εἶναί τι δοκοίη τὰ μάλιστ’ ἐν τούτοισ ἀδίκημα, οὐδέν ἐστι δήπου πρὸσ ἐμέ· ἀλλ’ ὁ μὲν πρῶτοσ εἰπὼν καὶ μνησθεὶσ ὑπὲρ τῆσ εἰρήνησ Ἀριστόδημοσ ἦν ὁ ὑποκριτήσ, ὁ δ’ ἐκδεξάμενοσ καὶ γράψασ καὶ ἑαυτὸν μετὰ τούτου μισθώσασ ἐπὶ ταῦτα Φιλοκράτησ ὁ Ἁγνούσιοσ, ὁ σόσ, Αἰσχίνη, κοινωνόσ, οὐχ ὁ ἐμόσ, οὐδ’ ἂν σὺ διαρραγῇσ ψευδόμενοσ, οἱ δὲ συνειπόντεσ ὅτου δήποθ’ εἵνεκα ἐῶ γὰρ τοῦτό γ’ ἐν τῷ παρόντι Εὔβουλοσ καὶ Κηφισοφῶν· ἐγὼ δ’ οὐδὲν οὐδαμοῦ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기