- 텍스트

Demosthenes, Speeches 11-20, Περὶ τοῦ Στεφάνου? 29:

(데모스테네스, Speeches 11-20, Περὶ τοῦ Στεφάνου 29:)

τί οὖν συνηγωνίσατ αὐτῷ πρὸς τὸ λαβεῖν ὀλίγου δεῖν ὑμᾶς ἑκόντας ἐξαπατωμένους· ἡ τῶν ἄλλων Ἑλλήνων, εἴτε χρὴ κακίαν εἴτ ἄγνοιαν εἴτε καὶ ἀμφότερα ταῦτ εἰπεῖν, οἳ πόλεμον συνεχῆ καὶ μακρὸν πολεμούντων ὑμῶν, καὶ τοῦτον ὑπὲρ τῶν πᾶσι συμφερόντων, ὡς ἔργῳ φανερὸν γέγονεν, οὔτε χρήμασιν οὔτε σώμασιν οὔτ ἄλλῳ οὐδενὶ τῶν ἁπάντων συνελάμβανον ὑμῖν: οἷς καὶ δικαίως καὶ προσηκόντως ὀργιζόμενοι ἑτοίμως ὑπηκούσατε τῷ Φιλίππῳ. ἡ μὲν οὖν τότε συγχωρηθεῖς εἰρήνη διὰ ταῦτ, οὐ δι ἐμέ, ὡς οὗτος διέβαλλεν, ἐπράχθη: τὰ δὲ τούτων ἀδικήματα καὶ δωροδοκήματ ἐν αὐτῇ τῶν νυνὶ παρόντων πραγμάτων, ἄν τις ἐξετάζῃ δικαίως, αἴτι εὑρήσει.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION