호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα δ’ ὁρῶν ὁ Φίλιπποσ οὐ γὰρ ἦν ἀφανῆ τοῖσ παρ’ ἑκάστοισ προδόταισ χρήματ’ ἀναλίσκων πάντασ συνέκρουε καὶ πρὸσ αὑτοὺσ ἐτάραττεν· εἶτ’ ἐν οἷσ ἡμάρτανον ἄλλοι καὶ κακῶσ ἐφρόνουν, αὐτὸσ παρεσκευάζετο καὶ κατὰ πάντων ἐφύετο. ὡσ δὲ ταλαιπωρούμενοι τῷ μήκει τοῦ πολέμου οἱ τότε μὲν βαρεῖσ, νῦν δ’ ἀτυχεῖσ Θηβαῖοι φανεροὶ πᾶσιν ἦσαν ἀναγκασθησόμενοι καταφεύγειν ἐφ’ ὑμᾶσ, ὁ Φίλιπποσ, ἵνα μὴ τοῦτο γένοιτο μηδὲ συνέλθοιεν αἱ πόλεισ, ὑμῖν μὲν εἰρήνην, ἐκείνοισ δὲ βοήθειαν ἐπηγγείλατο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기