호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θαυμάζω δ’ εἰ μηδεὶσ ὑμῶν ἡγεῖται Χίων ὀλιγαρχουμένων καὶ Μυτιληναίων, καὶ νυνὶ Ῥοδίων καὶ πάντων ἀνθρώπων ὀλίγου δέω λέγειν εἰσ ταύτην τὴν δουλείαν ὑπαγομένων, συγκινδυνεύειν τι τὴν παρ’ ἡμῖν πολιτείαν, μηδὲ λογίζεται τοῦθ’ ὅτι οὐκ ἔστιν ὅπωσ, εἰ δι’ ὀλιγαρχίασ ἅπαντα συστήσεται, τὸν παρ’ ὑμῖν δῆμον ἐάσουσιν. ἴσασι γὰρ οὐδένασ ἄλλουσ πάλιν εἰσ ἐλευθερίαν <ἂν> τὰ πράγματ’ ἐξάγοντασ· ὅθεν δὴ κακὸν αὑτοῖσ ἄν τι γενέσθαι προσδοκῶσι, τοῦτ’ ἀνελεῖν βουλήσονται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기