- 텍스트

Demosthenes, Speeches 11-20, Περὶ Συντάξεως? 30:

(데모스테네스, Speeches 11-20, Περὶ Συντάξεως 30:)

ταῦτα δ ὑμῖν ἐπελήλυθε πράττειν, οὐχ ὅτι τὰς φύσεις χείρους ἐστὲ τῶν προγόνων, ἀλλ ὅτι τοῖς μὲν ἐφ αὑτοῖς παρειστήκει μέγα φρονεῖν, ὑμῶν δ, ὦ ἄνδρες Ἀθηναῖοι, περιῄρηται τοῦτο. ἔστι δ οὐδέποτ, οἶμαι, δυνατὸν μικρὰ καὶ φαῦλα πράττοντας μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν, ὥσπερ οὐδὲ λαμπρὰ καὶ καλὰ πράττοντας μικρὸν καὶ ταπεινὸν φρονεῖν: ὁποῖ ἄττα γὰρ ἂν τἀπιτηδεύματα τῶν ἀνθρώπων ᾖ, τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημ ἔχειν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION