호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἴτε γὰρ τῶν ἐξ ἀρχῆσ κρατησάντων γίγνεται, πῶσ οὐ δικαίωσ ἡμεῖσ αὐτὴν ἔχομεν, Ἀλεξάνδρου τοῦ προγόνου πρώτου κατασχόντοσ τὸν τόπον, ὅθεν καὶ τῶν αἰχμαλώτων Μήδων ἀπαρχὴν ἀνδριάντα χρυσοῦν ἀνέστησεν εἰσ Δελφούσ; εἴτε τούτων μὲν ἀμφισβητήσειέ τισ, ἀξιοῖ δὲ γίγνεσθαι τῶν ὕστερον γενομένων κυρίων, ὑπάρχει μοι καὶ τοῦτο τὸ δίκαιον· ἐκπολιορκήσασ γὰρ τοὺσ ὑμᾶσ μὲν ἐκβαλόντασ, ὑπὸ Λακεδαιμονίων δὲ κατοικισθέντασ, ἔλαβον τὸ χωρίον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기