호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοσαύτην δέ μου ποιουμένου πρόνοιαν τῆσ ὑμετέρασ πόλεωσ, καὶ διδόντοσ αὐτῇ τὴν νῆσον, οἱ ῥήτορεσ λαμβάνειν μὲν οὐκ εἰών, ἀπολαβεῖν δὲ συνεβούλευον, ὅπωσ ὑπομείνασ μὲν τὸ προσταττόμενον τὴν ἀλλοτρίαν ἔχειν ὁμολογῶ, μὴ προέμενοσ δὲ τὸ χωρίον ὕποπτοσ γένωμαι τῷ πλήθει. γνοὺσ ἐγὼ ταῦτα προὐκαλούμην κριθῆναι περὶ τούτων πρὸσ ἡμᾶσ, ἵν’ ἐὰν μὲν ἐμὴ γνωσθῇ, παρ’ ἐμοῦ δοθῇ τὸ χωρίον ὑμῖν, ἐὰν δ’ ὑμετέρα κριθῇ, τότ’ ἀποδῶ τῷ δήμῳ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기