호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὔκουν ἄξιον, ὦ ἄνδρεσ Ἀθηναῖοι, τοσαύτην βλασφημίαν ἀντὶ καλῶν καὶ προσηκόντων ὑμῖν ἀγαθῶν ἑλέσθαι. καὶ γὰρ ἕκαστοσ ὑμῶν ἰδίᾳ μεθέξει τῆσ δόξησ τῶν κοινῇ γνωσθέντων. οὐ γὰρ ἀγνοεῖ τοῦτ’ οὐδεὶσ οὔτε τῶν περιεστηκότων οὔτε τῶν ἄλλων, ὅτι ἐν μὲν τῷ δικαστηρίῳ Λεπτίνησ πρὸσ ἡμᾶσ ἀγωνίζεται, ἐν δὲ τῇ τῶν καθημένων ὑμῶν ἑνὸσ ἑκάστου γνώμῃ φιλανθρωπία πρὸσ φθόνον καὶ δικαιοσύνη πρὸσ κακίαν καὶ πάντα τὰ χρηστὰ πρὸσ τὰ πονηρότατ’ ἀντιτάττεται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기