호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μηδαμῶσ, ὦ ἄνδρεσ Ἀθηναῖοι· μὴ βούλεσθε δοκεῖν πλείω πεποιῆσθαι σπουδὴν ὅπωσ μηδενὶ τῶν εὖ τι ποιούντων ὑμᾶσ χάριν ἐξέσται κομίσασθαι ἢ ὅπωσ μηδεὶσ φόνοσ ἐν τῇ πόλει γενήσεται· ἀλλ’ ἀναμνησθέντεσ τῶν καιρῶν, παρ’ οὓσ εὖ πεπονθότεσ εὖ πεποιήκατε τοὺσ εὑρομένουσ, καὶ τῆσ Δημοφάντου στήλησ περὶ ἧσ εἶπε Φορμίων, ἐν ᾗ γέγραπται καὶ ὀμώμοται, ἄν τισ ἀμύνων τι πάθῃ τῇ δημοκρατίᾳ, τὰσ αὐτὰσ δώσειν δωρειὰσ ἅσπερ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι, καταψηφίσασθε τοῦ νόμου. οὐ γὰρ ἔνεστ’ εὐορκεῖν, εἰ μὴ τοῦτο ποιήσετε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기