- 텍스트

Demosthenes, Speeches 11-20, Περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην? 209:

(데모스테네스, Speeches 11-20, Περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 209:)

ἀλλ οὐχ οὗτος ἐχρήσατο τούτῳ τῷ μέτρῳ, ἀλλ ἐάν τις ἀπαιτήσῃ χάριν ὑμᾶς, ἄτιμος ἔστω φησὶ καὶ ἡ οὐσία δημοσία ἔστω. δύο τιμήματα ταῦτα. εἶναι δὲ καὶ ἐνδείξεις καὶ ἀπαγωγάς: ἐὰν δ ἁλῷ, ἔνοχος ἔστω τῷ νόμῳ ὃς κεῖται, ἐάν τις ὀφείλων ἄρχῃ τῷ δημοσίῳ. θάνατον λέγει: τοῦτο γάρ ἐστ ἐπ ἐκείνῳ τοὐπιτίμιον. οὐκοῦν τρία τιμήματα ταῦτα. πῶς οὖν οὐ σχέτλιον καὶ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ χαλεπώτερον εἶναι παρ ὑμῖν δόξει χάριν εὖ ποιήσαντ ἀπαιτεῖν ἢ τὰ δεινότατ ἐργαζόμενον ληφθῆναι·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION