호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γράφων γὰρ ἀρχὴν τοῦ νόμου Λεπτίνησ εἶπεν φησίν, ὅπωσ ἂν οἱ πλουσιώτατοι λῃτουργῶσιν, ἀτελῆ μηδέν’ εἶναι πλὴν τῶν ἀφ’ Ἁρμοδίου καὶ Ἀριστογείτονοσ. καίτοι εἰ ἦν ἱερῶν ἀτέλειαν ἔχειν ταὐτὸ καὶ λῃτουργιῶν, τί τοῦτο μαθὼν προσέγραψεν; οὐδὲ γὰρ τούτοισ ἀτέλεια τῶν γ’ ἱερῶν ἐστιν δεδομένη. ἵνα δ’ εἰδῆθ’ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, λαβέ μοι πρῶτον μὲν τῆσ στήλησ τἀντίγραφα, εἶτα τὴν ἀρχὴν τοῦ νόμου τοῦ Λεπτίνου. λέγε. Ἀντίγραφα Στήλησ ἀκούετε τῶν ἀντιγράφων τῆσ στήλησ, ὦ ἄνδρεσ Ἀθηναῖοι, ἀτελεῖσ αὐτοὺσ εἶναι κελευόντων πλὴν ἱερῶν. λέγε δὴ τὴν ἀρχὴν τοῦ νόμου τοῦ Λεπτίνου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기