호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὕτω τοίνυν τινέσ, ὦ ἄνδρεσ Ἀθηναῖοι, σφόδρ’ ἔχουσ’ ἀλογίστωσ ὥστ’ ἐπιχειροῦσι λέγειν πρὸσ μὲν ταῦτ’ οὐδέν, ἄλλα δὲ τοιαδί, ὡσ ἄρα δεινόν, εἰ ἐν κοινῷ μὲν μηδ’ ὁτιοῦν ὑπάρχει τῇ πόλει, ἰδίᾳ δέ τινεσ πλουτήσουσ’ ἀτελείασ ἐπειλημμένοι. ἔστι δὲ ταῦτ’ ἀμφότερ’ οὐχὶ δίκαιον λέγειν. εἰ μὲν γάρ τισ ἔχει πολλὰ μηδὲν ὑμᾶσ ἀδικῶν, οὐχὶ δεῖ δήπου τούτῳ βασκαίνειν· εἰ δ’ ὑφῃρημένον φήσουσιν ἤ τιν’ ἄλλον οὐχ ὃν προσήκει τρόπον, εἰσὶ νόμοι καθ’ οὓσ προσήκει κολάζειν. ὅτε δὲ τοῦτο μὴ ποιοῦσιν, οὐδὲ τὸν λόγον αὐτοῖσ τοῦτον λεκτέον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기