- 텍스트

Demosthenes, Speeches 11-20, Περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην? 26:

(데모스테네스, Speeches 11-20, Περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 26:)

τάχα τοίνυν ἴσως ἐκεῖνο λέγειν ἂν ἐπιχειρήσειε Λεπτίνης, ἀπάγων ὑμᾶς ἀπὸ τούτων, ὡς αἱ λῃτουργίαι νῦν μὲν εἰς πένητας ἀνθρώπους ἔρχονται, ἐκ δὲ τοῦ νόμου τούτου λῃτουργήσουσιν οἱ πλουσιώτατοι. ἔστι δὲ τοῦθ οὑτωσὶ μὲν ἀκοῦσαι λόγον τιν ἔχον: εἰ δέ τις αὔτ ἀκριβῶς ἐξετάσειε, ψεῦδος ἂν φανείη. εἰσὶ γὰρ δήπου παρ ἡμῖν αἵ τε τῶν μετοίκων λῃτουργίαι καὶ αἱ πολιτικαί, ὧν ἑκατέρων ἐστὶ τοῖς εὑρημένοις ἡ ἀτέλεια ἣν οὗτος ἀφαιρεῖται. τῶν γὰρ εἰς τὸν πόλεμον καὶ τὴν σωτηρίαν τῆς πόλεως εἰσφορῶν καὶ τριηραρχιῶν ὀρθῶς καὶ δικαίως οὐδείς ἐστ ἀτελὴς ἐκ τῶν παλαιῶν νόμων, οὐδ οὓς οὗτος ἔγραψε, τοὺς ἀφ Ἁρμοδίου καὶ Ἀριστογείτονος.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION