- 텍스트

Arrian, Indica, chapter 43

(아리아노스, Indica, chapter 43)

τὰ δὲ ἐν δεξιῇ τῆς Ἐρυθρῆς θαλάσσης ὑπὲρ τὴν Βαβυλωνίην Ἀραβίη ἡ πολλή ἐστι, καὶ ταύτης τὰ μὲν κατήκει ἔστε ἐπὶ τὴν θάλασσαν τὴν κατὰ Φοινίκην τε καὶ τὴν Παλαιστίνην Συρίην, πρὸς δυομένου δὲ ἡλίου ὡς ἐπὶ τὴν ἔσω θάλασσαν Αἰγύπτιοι τῇ Ἀραβίῃ ὁμουρέουσι.? κατὰ δὲ Αἴγυπτον ἐσέχων ἐκ τῆς μεγάλης θαλάσσης κόλπος δῆλον ποιέει ὅτι εἵνεκά γε τοῦ σύρροον εἶναι τὴν ἔξω θάλασσαν περίπλοος ἂν ἦν ἐκ Βαβυλῶνος ἐς τὸν κόλπον τοῦτον ἐσέχοντα ὡς ἐπ᾿ Αἴγυπτον.

ἀλλὰ γὰρ οὔ τις παρέπλωσε ταύτῃ οὐδαμῶν ἀνθρώπων ὑπὸ καύματος καὶ ἐρημίης, εἰ μή τινές γε πελάγιοι κομιζόμενοι.

ἀλλὰ οἱ ἀπ᾿ Αἰγύπτου γὰρ ἐς Σοῦσα ἀποσωθέντες τῆς στρατιῆς τῆς Καμβύσεω καὶ οἱ παρὰ Πτολεμαίου τοῦ Λάγου παρὰ Σέλευκον τὸν Νικάτορα σταλέντες ἐς Βαβυλῶνα διὰ τῆς Ἀραβίης χώρης ἰσθμόν τινα διαπορευθέντες ἐν ἡμέρῃσιν ὀκτὼ τῇσι πάσῃσιν ἄνυδρον καὶ ἐρήμην χώρην ἐπῆλθον ἐπὶ καμήλων σπουδῇ ἐλαύνοντες ὕδωρ τέ σφισιν ἐπὶ τῶν καμήλων φέροντες καὶ νυκτοπορέοντες:

τὰς γὰρ ἡμέρας ὑπαίθριοι ἀνέχεσθαι διὰ καῦμα ἀδύνατοι ἦσαν.

τοσούτου δέει τά γε ἐπέκεινα ταύτης τῆς χώρης, ἥντινα ἰσθμὸν ἀπεφαίνομεν ἐκ τοῦ κόλπου τοῦ Ἀραβίου κατήκοντα ἐς τὴν Ἐρυθρὴν θάλασσαν οἰκεόμενα εἶναι, ὁκότε τὰ πρὸς ἄρκτον μᾶλλον αὐτῶν ἀνέχοντα ἔρημά τέ ἐστι καὶ ψαμμώδεα.

ἀλλὰ γὰρ ἀπὸ τοῦ Ἀραβίου κόλπου τοῦ κατ᾿ Αἴγυπτον ὁρμηθέντες ἄνθρωποι, ἐκπεριπλώσαντες τὴν πολλὴν Ἀραβίην τοῦ ἐλθεῖν ἐς τὴν κατὰ Σοῦσά τε καὶ Πέρσας θάλασσαν, ἐς τοσόνδε ἄρα παραπλώσαντες τῆς Ἀραβίης, ἐς ὅσον σφίσι τὸ ὕδωρ ἐπήρκεσε τὸ ἐμβληθὲν ἐς τὰς νέας, ἔπειτα ὀπίσω ἀπενόστησαν.

καί κου καὶ τῇ ἠπείρῳ τῆς Ἀραβίης προσέσχον, τὴν δὲ ἄκρην, ἥντινα καταντικρὺ τῆς ἔστιν ὅστις ὑπερβαλὼν ἐπικάμψαι ἐς τὸ ἐπὶ θάτερα δυνατὸς ἐγένετο.

δοκέω δὲ ὡς εἴπερ πλωτά τε ἦν καὶ βαδιστὰ ταύτῃ, ὑπ᾿ Ἀλεξάνδρου ἄν τῆς πολυπραγμοσύνης ἐξελήλεγκτο πλωτά τε καὶ βαδιστὰ ἐόντα.

Ἄννων δὲ ὁ Λίβυς ἐκ Καρχηδόνος ὁρμηθεὶς ὑπὲρ μὲν Ἡρακληίας στήλας ἐξέπλωσεν ἐς τὸν ἔξω πόντον, ἐν ἀριστερῇ τὴν Λιβύην ἔχων:

καὶ ἔστε μὲν πρὸς ἀνίσχοντα ἥλιον ὁ πλόος αὐτῷ ἐγένετο τὰς πάσας πέντε καὶ τριήκοντα ἡμέρας: ὡς δὲ δὴ ἐς μεσαμβρίην ἐξετράπετο, πολλῇσιν ἀμηχανίῃσιν ἐνετύγχανεν ὕδατός τε ἀπορίῃ καὶ καύματι ἐπιφλέγοντι καὶ ῥύαξι πυρὸς ἐς τὸν πόντον ἐμβάλλουσιν.

ἀλλὰ ἡ Κυρήνη γὰρ τῆς Λιβύης ἐν τοῖσι ἐρημοτέροισι πεπολισμένη ποιώδης τέ ἐστι καὶ εὐύδρος καὶ καρπῶν παντοίων καὶ κτηνέων πάμφορος ἔστε ἐπὶ τοῦ σιλφίου τὰς ἐκφύσιας:

ὑπὲρ δὲ τὸ σίλφιον τὰ ἄνω αὐτῆς ἔρημα καὶ ψαμμώδεα. ἐς Ἀλέξανδρον τὸν Φιλίππου, τὸν Μακεδόνα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION