호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀναλαβόντες δὲ αὐτοὺς ἐπὶ τὰς ἀπήνας ὀπίσω ἤλαυνον.? ὑπὲρ δὲ τοῦ στρατοῦ παντὸς οὐδὲν εἶχον ὑποκρίνασθαι. τοῦτο ἐκεῖνο συνθεὶς Ἀλέξανδρος, τοὺς μὲν παραλόγως ἀποσωθῆναι, τὴν στρατιὴν δὲ πᾶσαν διεφθάρθαι αὐτῷ, οὐ τοσόνδε Νεάρχου τε καὶ Ἀρχίεω τῇ σωτηρίῃ ἔχαιρεν, ὅσον ἐλύπεεν αὐτὸν ἀπολομένη ἡ στρατιὴ πᾶσα.
οὔπω πάντα εἴρητο, καὶ Νέαρχός τε καὶ Ἀρχίης προσῆγον.
τοὺς δὲ μόλις καὶ χαλεπῶς ἐπέγνω Ἀλέξανδρος: ὅτι τε κομόωντας καὶ κακῶς ἐσταλμένους κατεώρα, ταύτῃ μᾶλλόν τι βεβαιότερον αὐτῷ τὸ ἄχος ὑπὲρ τῆς στρατιῆς τῆς ναυτικῆς ἐγίνετο. ὃ δὲ τὴν δεξιὴν Νεάρχῳ ἐμβαλὼν καὶ ἀπαγαγὼν μοῦνον ἀπὸ τῶν ἑταίρων τε καὶ τῶν ὑπασπιστέων, πολλὸν χρόνον ἐδάκρυεν:
"καὶ Ἀρχίης οὗτος, ἔχοι ἂν ἔμοιγε ὡς ἐπὶ συμφορῇ τῇ ἁπάσῃ μετρίως:
"αἱ δέ τοι νέες καὶ ἡ στρατιὴ κοίῳ τινὶ τρόπῳ διεφθάρησαν· "καὶ αἱ νέες τοι σῷαί εἰσι καὶ ὁ στρατός:
"ἡμεῖς δὲ αὐτάγγελοι τῆς σωτηρίης αὐτῶν ἥκομεν. ἔτι μᾶλλον ἐδάκρυεν Ἀλέξανδρος, κατ᾿ ὅτι ἀνέλπιστός οἱ ἡ σωτηρίη τοῦ στρατοῦ ἐφαίνετο:
καὶ ὅκου ὁρμέουσιν αἱ νέες ἀνηρώτα. "ἐν τῷ στόματι τοῦ Ἀνάμιδος ποταμοῦ ἀνειρυσμέναι ἐπισκευάζονται. Ἀλέξανδρος δὲ τόν τε Δία τὸν Ἑλλήνων καὶ τὸν Ἄμμωνα τὸν Λιβύων ἐπόμνυσιν, ἦ μὲν μεζόνως ἐπὶ τῇδε τῇ ἀγγελίῃ χαίρειν ἢ ὅτι τὴν Ἀσίην πᾶσαν ἐκτημένος ἔχει.
καὶ γὰρ τὸ ἄχος οἱ τὸ ἐπὶ τῇ ἀπωλείῃ τῆς στρατιῆς ἀντίρροπον γενέσθαι τῇ ἄλλῃ πάσῃ εὐτυχίῃ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기