- 텍스트

Arrian, Indica, chapter 34

(아리아노스, Indica, chapter 34)

ἐν ᾧ δὲ Νέαρχος ταῦτα ἐκόσμεε, τῆς χώρης ὁ ὕπαρχος πεπυσμένος ὅκως ἐν μεγάλῃ φροντίδι ἔχοι Ἀλέξανδρος τὰ ἀμφὶ τὸν στόλον τοῦτον, μέγα δή τι ἐξ Ἀλεξάνδρου ἀγαθὸν ἔγνω πείσεσθαι, εἰ πρῶτός οἱ ἀπαγγείλειε τοῦ στρατοῦ τὴν σωτηρίην καὶ τὸν Νέαρχον ὅτι οὐ πολλῷ ὕστερον ἀπίξεται ἐς ὄψιν τὴν τοῦ βασιλέος.? οὕτω δὴ τὴν βραχυτάτην ἐλάσας ἀπαγγέλλει Ἀλεξάνδρῳ ὅτι Νέαρχος οὗτος προσάγει ἀπὸ τῶν νεῶν.

τότε μὲν δὴ καίπερ ἀπιστέων τῷ λόγῳ Ἀλέξανδρος, ἀλλὰ ἐχάρη γε κατὰ τὸ οἰκὸς τῇ ἀγγελίῃ: ἐπανῄεσαν, ἐνθαῦτα δὴ τὸν μὲν ἄνθρωπον ἐκεῖνον, ὡς κενά τε ἀγγείλαντα καὶ λυπηρότερά οἱ τὰ πρήγματα ποιήσαντα τῇ ματαίῃ εὐφροσύνῃ, συλλαβεῖν κελεύει Ἀλέξανδρος, αὐτὸς δὲ τῇ τε ὄψι καὶ τῇ γνώμῃ δῆλος ἦν μεγάλῳ ἄχεϊ βεβλημένος.

ἐν τούτῳ δὲ τῶν τινες κατὰ ζήτησιν τοῦ Νεάρχου ἐσταλμένων ἵππους τε ἐπὶ κομιδῇ αὐτοῦ καὶ ἀπήνας δὲ ἄγοντες ἐντυγχάνουσι κατὰ τὴν ὁδὸν αὐτῷ τε Νεάρχῳ καὶ Ἀρχίῃ, καὶ κέντε ἢ ἓξ ἅμα αὐτοῖσι.

τε καὶ τῆς ἄλλης ταλαιπωρίης - ἀλλὰ ἐρομένοισι γὰρ αὐτοῖσιν ἵναπερ εἰή Ἀλέξανδρος, ὑποκρινάμενοι τὸν χῶρον οἳ δὲ παρήλαυνον.

"ὦ Νέαρχε, τούτους τοὺς ἀνθρώπους δἰ ἐρημίης ἐλαύνειν τὴν αὐτὴν ἡμῖν ὁδὸν οὐκ ἐπ᾿ ἄλλῳ τινὶ συντίθημι ὅτι μὴ κατὰ ζήτησιν τὴν ἡμετέρην ἀπεσταλμένους.

"ὅτι δὲ οὐ γινώσκουσιν ἡμέας, οὐκ ἐν θώματι ποιέομαι: "οὕτω γάρ τι ἔχομεν κακῶς, ὥστε ἄγνωστοι εἶναι. "φράσωμεν αὐτοῖσιν οἵτινές εἰμεν, καὶ αὐτοὺς ἐρώμεθα κατ᾿ ὅτι ταύτην ἐλαύνουσιν. ἔδοξε Νεάρχῳ ἐναίσιμα λέγειν:

καὶ ἤροντο ὅκοι ἐλαύνουσιν: οἳ δὲ ὑποκρίνονται ὅτι κατὰ ζήτησιν Νεάρχου τε καὶ τοῦ στρατοῦ τοῦ ναυτικοῦ. "ἐγώ εἰμι Νέαρχος, καὶ Ἀρχίης οὗτος.

"ἀλλὰ ἄγετε ἡμέας: "ἡμεῖς δὲ τὰ ὑπὲρ τῆς στρατιῆς Ἀλεξάνδρῳ ἀπηγησόμεθα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION