호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοὺς δὲ ὑποκρίνασθαι ὅτι κήτεα φερόμενα κατὰ τὸν πόντον ἀναφυσᾷ ἐς τὸ ἄνω τὸ ὕδωρ.? καὶ τοῖσι ναύτῃσιν ἐκπλαγεῖσιν ἐκ τῶν χειρῶν τὰ ἐρετμὰ ἐκπεσεῖν, αὐτὸς δὲ ἐπιὼν παρακαλέειν τε καὶ θαρσύνειν, καὶ κατ᾿ οὕστινας παραπλώων ἐγίνετο, ἐς μέτωπόν τε κελεῦσαι καταστῆσαι ὡς ἐπὶ ναυμαχίῃ τὰς νέας, καὶ ἐπαλαλάζοντας ὁμοῦ τῷ ὀρθίῳ πυκνήν τε καὶ σὺν κτύπῳ πολλῷ τὴν εἰρεσίην ποιέεσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기