호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐνθένδε ἀμφὶ μέσας νύκτας ἄραντες διεκπλώουσι σταδίους ἐς χιλίους ἐς Τάλμενα λιμένα εὐόρμον.? ἐνθένδε ἐς Κανασίδα πόλιν ἐρήμην σταδίους ἐς τετρακοσίους, ἵνα τινὶ φρέατι ὀρυκτῷ ἐπιτυγχάνουσι, καὶ φοίνικες ἄγριοι ἐπεφύκεσαν. τούτων τοὺς ἐγκεφάλους κόπτοντες ἐσιτέοντο: σῖτος γὰρ ἐπελελοίπει τὴν στρατιήν. Νέαρχος δὲ καταδείσας μὴ ἄρα ἐς τὴν γῆν ἐκβάντες ἀπολίποιεν τὰς νέας ὑπὸ ἀθυμίης, ἐπὶ τῷδε μετεώρους ἔσχε τὰς νέας ἐπ᾿ ἀγκυρέων.
ἐνθένδε ἀναχθέντες ἐς Κανάτην ὁρμίζονται, σταδίους ὡς ἑπτακοσίους καὶ πεντήκοντα διεκπλώσαντες.
ἔστι δὲ καὶ αἰγιαλὸς ἐνθαῦτα καὶ διώρυχες βραχέαι. ἐνθένδε σταδίους ὀκτακοσίους πλώσαντες ἐν Τροῖσιν ὁρμίζονται, κῶμαι δὲ σμικραὶ καὶ πονηραὶ ἐπῆσαν.
καὶ οἱ μὲν ἄνθρωποι ἐκλείπουσι τὰ οἰκία, αὐτοὶ δὲ σίτῳ τινὶ ὀλίγῳ ἐπιτυγχάνουσι, καὶ βαλάνοισιν ἐκ φοινίκων. καὶ καμήλους ἑπτὰ ὅσαι ἐγκατελήφθησαν κατακόψαντες, ἀπὸ τούτων ἐσιτέοντο. ὑπὸ δὲ τὴν ἑώ ἀναχθέντες σταδίους τριηκοσίους πλώουσι, καὶ κατορμίζονται ἐς Δαγάσειρα:
ἔνθα νομάδες τινὲς ἄνθρωποι ᾤκεον. ἐνθένδε ἄραντες τήν τε νύκτα καὶ τὴν ἡμέρην οὐδέν τι ἐλινύοντες ἔπλωον, ἀλλὰ διελθόντες γὰρ σταδίους χιλίους τε καὶ ἑκατὸν ἐξέπλωσαν τὸ ἔθνος τῶν Ἰχθυοφάγων, πολλὰ κακὰ ταύτῃ παθόντες ἀπορίῃ τῶν ἀναγκαίων.
ὁρμίζονται δὲ οὐ πρὸς τῇ γῇ - ῥηχίη γὰρ ἦν ἐπὶ πολλὸν ἀνέχουσα - , ἀλλὰ μετέωροι ἐπ᾿ ἀγκυρέων:
μῆκος τοῦ παραπλόου τῶν Ἰχθυοφάγων τῆς χώρης στάδιοι ὀλίγῳ πλεῦνες ἢ μύριοι. οὗτοι οἱ Ἰχθυοφάγοι σιτέονται, κατ᾿ ὅ τι περ καὶ κληίζονται, ἰχθύας, ὀλίγοι μὲν αὐτῶν ἁλιεύοντες τοὺς ἰχθύας - ὀλίγοισι γὰρ καὶ πλοῖα ἐπὶ τῷδε πεποίηται καὶ τέχνη ἐξεύρηται ἐπί τῇ θήρῃ τῶν ἰχθύων - , τὸπολλὸν δὲ ἡ ἀνάπωτις αὐτοῖσι παρέχει.
οἳ δὲ καὶ δίκτυα ἐπὶ τῷδε πεποίηνται, μέγαθος καὶ ἐς δύο σταδίους τὰ πολλὰ αὐτῶν.
πλέκουσι δὲ αὐτὰ ἐκ τοῦ φλοιοῦ τῶν φοινίκων, στρέφοντες τὸν φλοιὸν ὥσπερ λίνον. ἐπεὰν δὲ ἡ θάλασσα ὑπονοστήσῃ, ἵνα μὲν ξηρὴ ἡ γῆ ὑπολείπεται, ἐρήμη τὸ πολλόν ἐστιν ἰχθύων:
ἔνθα δὲ βαθέα ἐστίν, ὑπολείπεταί τι τοῦ ὕδατος καὶ ἐν τῷδε κάρτα πολλοὶ ἰχθύες: οἱ μὲν πολλοὶ σμικροὶ αὐτῶν, οἳ δὲ καὶ μέζονες. τούτοισι περιβάλλοντες τὰ δίκτυα αἱρέουσι. σιτέονται δὲ ὠμοὺς μέν, ὅκως ἀνειρύουσιν ἐκ τοῦ ὕδατος, τοὺς ἁπαλωτάτους αὐτῶν:
τοὺς δὲ μέζονάς τε καὶ σκληροτέρους ὑπὸ ἡλίῳ αὐαίνοντες, εὖτ᾿ ἂν ἀπαυανθῶσι, καταλεῦντες ἄλευρα ἀπ᾿ αὐτῶν ποιέονται καὶ ἄρτους: οἳ δὲ μάζας ἐκ τούτων τῶν ἀλεύρων πέσσουσι. καὶ τὰ βοσκήματα αὐτοῖσι τοὺς ἰχθύας ξηροὺς σιτέεται:
ἡ γὰρ χώρη ἐρήμη λειμώνων οὐδὲ ποίην φέρει. θηρεύουσι δὲ καὶ καράβους πολλαχῆ καὶ ὄστρεα καὶ κογχύλια.
ἅλες δὲ αὐτόματοι γίνονται ἐν τῇ χώρῃ ἀπὸ τούτων ἔλαιον ποιέουσιν. οἳ μὲν δὴ αὐτῶν ἐρήμους τόπους οἰκέουσιν ἄδενδρόν τε τὴν χώρην καὶ ἄφορον καρπῶν ἡμέρων - καὶ τούτοισιν ἀπὸ τῶν ἰχθύων ἡ πᾶσα δίαιτα ποιέεται - , ὀλίγοι δὲ αὐτῶν σπείρουσιν ὅσον τῆς χώρης, [καὶ τούτῳ κατάπερ ὄψῳ χρέονται πρὸς τοὺς ἰχθύας:
] ὁ γὰρ σῖτος αὐτοῖσίν εἰσιν ἰχθύες. οἰκία δὲ ποιέονται οἱ μὲν εὐδαιμονέστατοι αὐτῶν ὅσα κήτεα ἐκβάλλει ἡ θάλασσα, τούτων τὰ ὀστέα ἐπιλεγόμενοι, καὶ τούτοισιν ἀντὶ ξύλων χρεόμενοι.
καὶ θύρας τὰ ὀστέα ὅσα πλατέα αὐτῶν ποιέονται: τοῖσι δὲ πολλοῖσι καὶ πενεστέροισιν ἀπὸ τῶν ἀκανθέων τῶν ἰχθύων τὰ οἰκία ποιέεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기