호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν σκευὴν δὲ οὗτος ὁ Ἡρακλέης ἥντινα ἐφόρεε Μεγασθένης λέγει ὅτι ὁμοίην τῷ Θηβαίῳ Ἡρακλέϊ, ὡς αὐτοὶ Ἰνδοὶ ἀπηγέονται.? καὶ τούτῳ ἄρσενας μὲν παῖδας πολλοὺς κάρτα γενέσθαι ἐν τῇ Ἰνδῶν γῇ - πολλῇσι γὰρ δὴ γυναιξὶν ἐς γάμον ἐλθεῖν καὶ τοῦτον τὸν Ἡρακλέα - , θυγατέρα δὲ μουνογενέην. οὔνομα δὲ εἶναι τῇ παιδὶ Πανδαίην, καὶ τὴν χώρην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기