- 텍스트

Arrian, Indica, chapter 6

(아리아노스, Indica, chapter 6)

ταῦτα μέν μοι ἐκβολὴ ἔστω τοῦ λόγου ἐς τὸ μὴ πιστὰ φαίνεσθαι ὅσα ὑπὲρ τῶν ἐπέκεινα τοῦ Ὑφάσιος ποταμοῦ Ἰνδῶν μετεξέτεροι ἀνέγραψαν:? ἔστε γὰρ ἐπὶ τὸν Ὕφασιν οἱ τῆς Ἀλεξάνδρου στρατηλασίης μετασχόντες οὐ πάντη ἄπιστοί εἰσιν. ἐπεὶ καὶ τόδε λέγει Μεγασθένης ὑπὲρ ποταμοῦ Ἰνδικοῦ, Σίλαν μὲν εἶναί οἱ οὔνομα, ῥέειν δὲ ἀπὸ κρήνης ἐπωνύμου τοῦ ποταμοῦ διὰ τῆς χώρης τῆς Σιλέων, καὶ τούτων ἐπωνύμων τοῦ ποταμοῦ τε καὶ τῆς κρήνης, τὸ δὲ ὕδωρ παρέχεσθαι τοιόνδε.

οὐδὲν εἶναι ὅτῳ ἀντέχει τὸ ὕδωρ, καὶ οὔτε τι νήχεσθαι ἐν αὐτῷ οὔτε τι ἐπιπλέειν, ἀλλὰ πάντα γὰρ ἐς βυσσὸν δύνετν:

οὕτω τι ἀμενηνότερον πάντων εἶναι τὸ ὕδωρ ἐκεῖνο καὶ ἠεροειδέστερον. ὑέται δὲ ἡ Ἰνδῶν γῆ τοῦ θέρεος, μάλιστα μὲν τὰ οὔρεα, Παραπάμισός τε καὶ Ἠμωδὸς καὶ τὸ Ἰμαϊκὸν οὖρος, καὶ ἀπὸ τούτων μεγάλοι καὶ θολεροὶ οἱ ποταμοὶ ῥέουσιν.

ὑέται δὲ τοῦ θέρεος καὶ τὰ πεδία τῶν Ἰνδῶν, ὥστε λιμνάζει τὰ πολλὰ αὐτῶν.

ὕδατος ἐς τὰ πεδία, ὥστε ἀπὸ τῶνδε ἔξεστι τεκμηριοῦσθαι καὶ τοῦ Νείλου τὸ πάθημα, ὅτι οἰκὸς ὑέσθαι τὰ Αἰθιόπων οὔρεα τοῦ θέρεος, καὶ ἀπ᾿ ἐκείνων ἐμπιμπλάμενον τὸν Νεῖλον ὑπερβάλλειν ὑπὲρ τὰρ ὄχθας ἐς τὴν γῆν τὴν Αἰγυπτίην.

θολερὸς ὦν καὶ οὗτος ῥέει ἐν τῇδε τῇ ὡρ´ῃ, ὡς οὔτε ἂν ἀπὸ χιόνος τηκομένης ἔρρεεν, οὔτε εἰ πρὸς τῶν ὡρ´ῃ θέρεος πνεόντων ἐτησίων ἀνέμων ἀνεκόπτετό οἱ τὸ ὕδωρ:

ἄλλως τε οὐδὲ χιονόβλητα εἰή τὰ Αἰθιόπων οὔρεα ὑπὸ καύματος. ὑέσθαι δὲ κατάπερ τὰ Ἰνδῶν οὐκ ἔξω ἐστὶ τοῦ οἰκότος, ἐπεὶ καὶ τἄλλα ἡ Ἰνδῶν γῆ οὐκ ἀπέοικε τῆς Αἰθιοπίης, καὶ οἱ ποταμοὶ οἱ Ἰνδικοὶ ὁμοίως τῷ Νείλῳ τῷ Αἰθιοπηίῳ τε καὶ Αἰγυπτίῳ κροκοδείλους τε φέρουσιν, ἔστιν δὲ οἳ αὐτῶν καὶ ἰχθύας καὶ ἄλλα κήτεα ὅσα ὁ Νεῖλος, πλὴν ἵππου τοῦ ποταμίου:

Ὀνησίκριτος δὲ καὶ ἵππους τοὺς ποταμίους λέγει ὅτι φέρουσι. τῶν δὲ ἀνθρώπων αἱ ἰδέαι οὐ πάντη ἀπᾴδουσιν αἱ Ἰνδῶν τε καὶ Αἰθιόπων.

οἱ μὲν γὰρ πρὸς νότου ἀνέμου Ἰνδοὶ τοῖσιν Αἰθίοψι μᾶλλόν τι ἐοίκασι, μέλανές τε ἰδέσθαι εἰσὶ, καὶ ἡ κόμη αὐτοῖσι μέλαινα, πλήν γε δὴ ὅτι σιμοὶ οὐκ ὡσαύτως οὐδὲ οὐλόκρανοι ὡς Αἰθίοπες: οἱ δὲ βορειότεροι αὐτῶν καὶ Αἰγυπτίους μάλιστα ἂν εἰε῀ν τὰ σώματα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION