호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ δὲ αἴτιον ὅστις ἐθέλει φράζειν τοῦ πλήθεός τε καὶ μεγάθεος τῶν Ἰνδικῶν ποταμῶν, φραζέτω:? ἐμοὶ δὲ καὶ ταῦτα ὡς ἀκοὴ ἀναγεγράφθω. ἐπεὶ καὶ ἄλλων πολλῶν ποταμῶν οὐνόματα Μεγασθένης ἀνέγραψεν, οἳ ἔξω τοῦ Γάγγεώ τε καὶ τοῦ Ἰνδοῦ ἐκδιδοῦσιν:
ἐς τὸν ἑῷόν τε καὶ μεσαμβρινὸν πόντον, ὥστε τοὺς πάντας ὀκτὼ καὶ πεντήκοντα λέγει ὅτι εἰσὶν Ἰνδικοὶ ποταμοί, ναυσίποροι πάντες. ἀλλὰ οὐδὲ Μεγασθένης τὴν πολλὴν δοκέει μοι ἐπελθεῖν τῆς Ἰνδῶν χώρης, πλήν γε δὴ ὅτι πλεῦνα ἢ οἱ σὺν Ἀλεξάνδρῳ [τῷ Φιλίππου] ἐπῆλθεν:
συγγενέσθαι γὰρ Σανδρακόττῳ λέγει, τῷ μεγίστῳ βασιλέι τῶν Ἰνδῶν, καὶ πώρῳ, ἔτι τούτου μέζονι. ἐλάσαντα ὀπίσω ἀπονοστῆσαι, Ἰδάνθυρσον δὲ τὸν Σκύθεα ἐκ Σκυθίης ὁρμηθέντα πολλὰ μὲν Ἀσίης ἔθνεα καταστρέψασθαι, ἐπελθεῖν δὲ καὶ τὴν Αἰγυπτίων γῆν κρατέοντα.
Σεμίραμιν δὲ τὴν Ἀσσυρίην ἐπιχειρέειν μὲν στέλλεσθαι ἐς Ἰνδούς, ἀποθανεῖν δὲ πρίν τέλος ἐπιθεῖναι τοῖσι βουλεύμασιν.
ἀλλὰ Ἀλέξανδρον γὰρ στρατεῦσαι ἐπὶ Ἰνδοὺς μοῦνον. χαἰ πρὸ Ἀλεξάνδρου Διονύσου μὲν πέρι πολλὸς λόγος κατέχει ὡς καὶ τούτου στρατεύσαντος ἐς Ἰνδοὺς καὶ καταστρεψαμένου Ἰνδούς, Ἡρακλέος δὲ πέρι οὐ πολλός.
Διονύσου μέν γε τῆς στρατηλασίης καὶ Νῦσα πόλις μνῆμα οὐ φαῦλον, καὶ ὁ Μηρὸς τὸ οὖρος, καὶ ὁ κισσὸς ὅστις ἐν τῷ οὔρεϊ τούτῳ φύεται, καὶ αὐτοὶ Ἰνδοὶ ὑπὸ τυμπάνων τε καὶ κυμβάλων στελλόμενοι ἐς τὰς μάχας, καὶ ἐσθὴς αὐτοῖσι κατάστικτος ἐοῦσα, κατάπερ τοῦ Διονύσου τοῖσι βάκχοισιν:
Ἡρακλέος δὲ οὐ πολλὰ ὑπομνήματα. ἀλλὰ τὴν Αὄρνον γὰρ πέτρην, ἥντινα Ἀλέξανδρος βίῃ ἐχειρώσατο, ὅτι Ἠρακλέης οὐ δυνατὸς ἐγένετο ἐξελεῖν, μακεδονικὸν δοκέει μοι κόμπασμα, κατάπερ ὦν καὶ τὸν Παραπάμοσον Καύκασον ἐκάλεον Μακεδόνες, οὐδέν τι προσήκοντα τοῦτον τῷ Καυκάσῳ.
καί τι καὶ ἄντρον ἐπιφρασθέντες ἐν Παραπαμισάδῃσι, τοῦτο ἔφασαν ἐκεῖνο εἶναι τοῦ Προμηθέος τοῦ Τιτῆνος τὸ ἄντρον, ἐν ὅτῳ ἐκρέματο ἐπὶ τῇ κλοπῇ τοῦ πυρός.
καὶ δὴ καὶ ἐν Σίβῃσιν, Ἰνδικῷ γένεϊ, ὅτι δορὰς ἀμπεχομένους εἶδον τοὺς Σίβας, ἀπὸ τῆς Ἡρακλέος στρατηλασίης ἔφασκον τοὺς ὑπολειφθέντας εἶναι τοὺς Σίβας:
καὶ γὰρ καὶ σκυτάλην φορέουσιν οἱ Σίβαι, καὶ τῇσι βουσὶν αὐτῶν ῥόπαλον ἐπικέκαυται, καὶ τοῦτο ἐς μνήμην ἀνέφερον τοῦ ῥοπάλου τοῦ Ἡρακλέος. εἰ δέ τῳ πιστὰ ταῦτα, ἄλλος ἂν οὗτος Ἡρακλέης εἰή, οὐχ ὁ Θηβαῖος ἢ ὁ Τύριος ἢ ὁ Αἰγύπτιος, ἤ τις καὶ κατὰ τὴν ἄνω χώρην τὴν οὐ πόρρω τῆς Ἰνδῶν γῆς ᾠκισμένην μέγας βασιλεύς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기