- 텍스트

Aristophanes, Plutus, Episode

(아리스토파네스, Plutus, Episode)

τουτὶ τί ἦν·? οὐδεὶς ἐοίκεν: ἀλλὰ δῆτα τὸ θύριον φθεγγόμενον ἄλλως κλαυσιᾷ. σέ τοι λέγω, ὁ Καρίων, ἀνάμεινον. οὗτος εἰπέ μοι, σὺ τὴν θύραν ἔκοπτες οὑτωσὶ σφόδρα· μὰ Δί ἀλλ ἔμελλον: εἶτ ἀνέῳξάς με φθάσας. ἀλλ ἐκκάλει τὸν δεσπότην τρέχων ταχύ, ἐ`πειτα τὴν γυναῖκα καὶ τὰ παιδία, ἔπειτα τοὺς θεράποντας, εἶτα τὴν κύνα, ἔπειτα σαυτόν, εἶτα τὴν ὗν. εἰπέ μοι, τί δ ἔστιν· ὁ Ζεὺς ὦ πόνηρε βούλεται ἐς ταὐτὸν ὑμᾶς συγκυκήσας τρύβλιον ἁπαξάπαντας ἐς τὸ βάραθρον ἐμβαλεῖν. ἡ γλῶττα τῷ κήρυκι τούτων τέμνεται. ἀτὰρ διὰ τί δὴ ταῦτ ἐπιβουλεύει ποιεῖν ἡμᾶς· ὁτιὴ δεινότατα πάντων πραγμάτων εἴργασθ. ἀφ οὗ γὰρ ἤρξατ ἐξ ἀρχῆς βλέπειν ὁ Πλοῦτος, οὐδεὶς οὐ λιβανωτόν, οὐ δάφνην, οὐ ψαιστόν, οὐχ ἱερεῖον, οὐκ ἄλλ οὐδὲ ἓν ἡμῖν ἔτι θύει τοῖς θεοῖς. μὰ Δί οὐδέ γε θύσει. κακῶς γὰρ ἐπεμελεῖσθ ἡμῶν τότε. καὶ τῶν μὲν ἄλλων μοι θεῶν ἧττον μέλει, ἐγὼ δ ἀπόλωλα κἀπιτέτριμμαι. σωφρονεῖς. πρότερον γὰρ εἶχον μὲν παρὰ ταῖς καπηλίσιν πάντ ἀγάθ ἑώθεν εὐθύς, οἰνοῦτταν μέλι ἰσχάδας, ὅς εἰκός ἐστιν Ἑρμῆν ἐσθίειν: νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι. οὔκουν δικαίως, ὅστις ἐποίεις ζημίαν ἐνίοτε τοιαῦτ ἀγάθ ἔχων· οἴμοι τάλας, οἴμοι πλακοῦντος τοῦ ν τετράδι πεπεμμένου. ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς. οἴμοι δὲ κωλῆς ἣν ἐγὼ κατήσθιον. ἀσκωλίαζ ἐνταῦθα πρὸς τὴν αἰθρίαν. σπλάγχνων τε θερμῶν ὧν ἐγὼ κατήσθιον. ὀδύνη σε περὶ τὰ σπλάγχν ἐοίκέ τι στρέφειν. οἴμοι δὲ κύλικος ἴσον ἴσῳ κεκραμένης. ταύτην ἐπιπιὼν ἀποτρέχων οὐκ ἂν φθάνοις. ἆρ ὠφελήσαις ἄν τι τὸν σαυτοῦ φίλον· εἴ του δέει γ ὧν δυνατός εἰμί ς ὠφελεῖν. εἴ μοι πορίσας ἄρτον τιν εὖ πεπεμμένον δοίης καταφαγεῖν καὶ κρέας νεανικὸν ὧν θύεθ ὑμεῖς ἔνδον. ἀλλ οὐκ ἐκφορά. καὶ μὴν ὁπότε τι σκευάριον τοῦ δεσπότου ὑφέλοι, ἐγώ σε λανθάνειν ἐποίουν ἀεί. ἐφ ᾧ τε μετέχειν καὐτὸς ὦ τοιχωρύχε. ἧκεν γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος. ἔπειτα τοῦτόν γ αὐτὸς ἂν κατήσθιες. οὐ γὰρ μετεῖχες τὰς ἴσας πληγὰς ἐμοί, ὁπότε τι ληφθείην πανουργήσας ἐγώ. μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες. ἀλλὰ ξύνοικον πρὸς θεῶν δέξασθέ με. ἔπειτ ἀπολιπὼν τοὺς θεοὺς ἐνθάδε μενεῖς· τὰ γὰρ παρ ὑμῖν ἐστι βελτίω πολύ. τί δέ· ταὐτομολεῖν ἀστεῖον εἶναί σοι δοκεῖ· πατρὶς γάρ ἐστι πᾶς ἵν ἂν πράττῃ τις εὖ. τί δῆτ ἂν εἰής ὄφελος ἡμῖν ἐνθάδ ὤν· παρὰ τὴν θύραν στροφαῖον ἱδρύσασθέ με. στροφαῖον· ἀλλ οὐκ ἔργον ἔστ οὐδὲν στροφῶν. ἀλλ ἐμπολαῖον. ἀλλὰ πλουτοῦμεν: τί οὖν Ἑρμῆν παλιγκάπηλον ἡμᾶς δεῖ τρέφειν· ἀλλὰ δόλιον τοίνυν. δόλιον· ἥκιστά γε: οὐ γὰρ δόλου νῦν ἔργον, ἀλλ ἁπλῶν τρόπων. ἀλλ ἡγεμόνιον. ἀλλ ὁ θεὸς ἤδη βλέπει, ὥσθ ἡγεμόνος οὐδὲν δεησόμεσθ ἔτι. ἐναγώνιος τοίνυν ἔσομαι. τί δῆτ ἐρεῖς· Πλούτῳ γάρ ἐστι τοῦτο συμφορώτατον ποιεῖν ἀγῶνας μουσικοὺς καὶ γυμνικούς. ὡς ἀγαθόν ἐστ ἐπωνυμίας πολλὰς ἔχειν: οὗτος γὰρ ἐξηύρηκεν αὑτῷ βιότιον. οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες θαμὰ σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν. οὐκοῦν ἐπὶ τούτοις εἰσίω· καὶ πλῦνέ γε αὐτὸς προσελθὼν πρὸς τὸ φρέαρ τὰς κοιλίας, ἵν εὐθέως διακονικὸς εἶναι δοκῇς. <Χοροῦ> τίς ἂν φράσειε ποῦ στι Χρεμύλος μοι σαφῶς·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION