- 텍스트

Aristophanes, Plutus, Episode

(아리스토파네스, Plutus, Episode)

ἡμῖν γὰρ ἀγαθῶν σωρὸς ἐς τὴν οἰκίαν ἐπεσπέπαικεν οὐδὲν ἠδικηκόσιν.? οὕτω τὸ πλουτεῖν ἐστιν ἡδὺ πρᾶγμα δή. ἡ μὲν σιπύη μεστή στι λευκῶν ἀλφίτων, οἱ δ ἀμφορῆς οἴνου μέλανος ἀνθοσμίου. ἅπαντα δ ἡμῖν ἀργυρίου καὶ χρυσίου τὰ σκευάρια πλήρη στίν, ὥστε θαυμάσαι. τὸ φρέαρ δ ἐλαίου μεστόν: αἱ δὲ λήκυθοι μύρου γέμουσι, τὸ δ ὑπερῷον ἰσχάδων. ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα χαλκῆ γέγονε: τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθ ὁρᾶν. ὁ δ ἰπνὸς γέγον ἡμῖν ἐξαπίνης ἐλεφάντινος. στατῆρσι δ οἱ θεράποντες ἀρτιάζομεν χρυσοῖς: ἀποψώμεσθα δ οὐ λίθοις ἔτι, ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῆς ἑκάστοτε. καὶ νῦν ὁ δεσπότης μὲν ἔνδον βουθυτεῖ ὗν καὶ τράγον καὶ κριὸν ἐστεφανωμένος: ἐμὲ δ ἐξέπεμψεν ὁ καπνός. οὐχ οἱό῀ς τε γὰρ ἔνδον μένειν ἦν. ἔδακνε γὰρ τὰ βλέφαρά μου. ἕπου μετ ἐμοῦ παιδάριον, ἵνα πρὸς τὸν θεὸν ἰώμεν. ἐά τίς ἔσθ ὁ προσιὼν οὑτοσί· ἀνὴρ πρότερον μὲν ἄθλιος, νῦν δ εὐτυχής. δῆλον ὅτι τῶν χρηστῶν τις, ὡς ἐοίκας, εἶ. μάλιστ. ἔπειτα τοῦ δέει· πρὸς τὸν θεὸν ἥκω: μεγάλων γάρ μοὐστὶν ἀγαθῶν αἴτιος. ἐγὼ γὰρ ἱκανὴν οὐσίαν παρὰ τοῦ πατρὸς λαβὼν ἐπήρκουν τοῖς δεομένοις τῶν φίλων, εἶναι νομίζων χρήσιμον πρὸς τὸν βίον. ἦ πού σε ταχέως ἐπέλιπεν τὰ χρήματα. κομιδῇ μὲν οὖν. οὐκοῦν μετὰ ταῦτ ἦσθ ἄθλιος. κομιδῇ μὲν οὖν. κἀγὼ μὲν ᾤμην οὓς τέως εὐηργέτησα δεομένους ἕξειν φίλους ὄντως βεβαίους, εἰ δεηθείην ποτέ: οἱ δ ἐξετρέποντο κοὐκ ἐδόκουν ὁρᾶν μ ἔτι. καὶ κατεγέλων δ εὖ οἶδ ὅτι. κομιδῇ μὲν οὖν: αὐχμὸς γὰρ ὢν τῶν σκευαρίων μ ἀπώλεσεν. ἀλλ οὐχὶ νῦν. ἀνθ ὧν ἐγὼ πρὸς τὸν θεὸν προσευξόμενος ἥκω δικαίως ἐνθάδε. τὸ τριβώνιον δὲ τί δύναται πρὸς τῶν θεῶν, ὃ φέρει μετὰ σοῦ τὸ παιδάριον τουτί· φράσον. καὶ τοῦτ ἀναθήσων ἔρχομαι πρὸς τὸν θεόν. μῶν οὖν ἐμυήθης δῆτ ἐν αὐτῷ τὰ μεγάλα· οὐκ ἀλλ ἐνερρίγως ἔτη τριακαίδεκα. τὰ δ ἐμβάδια· καὶ ταῦτα συνεχειμάζετο. καὶ ταῦτ ἀναθήσων ἔφερες οὖν· νὴ τὸν Δία. χαρίεντά γ ἥκεις δῶρα τῷ θεῷ φέρων. οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος, καὶ κακοδαίμων καὶ τετράκις καὶ πεντάκις καὶ δωδεκάκις καὶ μυριάκις: ἰοὺ ἰού. οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι. Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι, τί ποτ ἐστὶν ὅ τι πέπονθεν ἅνθρωπος κακόν· οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα, ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν πάλιν αὖθις, ἤνπερ μὴ λλίπωσιν αἱ δίκαι· ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ. προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ, ἐοίκε δ εἶναι τοῦ πονηροῦ κόμματος. νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται. ποῦ ποῦ σθ ὁ μόνος ἅπαντας ἡμᾶς πλουσίους ὑποσχόμενος οὗτος ποιήσειν εὐθέως, εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς· ὁ δὲ πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς. καὶ τίνα δέδρακε δῆτα τοῦτ· ἐμὲ τουτονί. ἦ τῶν πονηρῶν ἦσθα καὶ τοιχωούχων· μὰ Δί οὐ μὲν οὖν ἔσθ ὑγιὲς ὑμῶν οὐδενός, κοὐκ ἔσθ ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα. ὡς σοβαρὸς ὦ Δάματερ εἰσελήλυθεν ὁ συκοφάντης. δῆλον ὅτι βουλιμιᾷ. σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις: ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ ς ἐκεῖ στρεβλούμενον εἰπεῖν ἃ πεπανούργηκας. οἰμώξἄρα σύ. νὴ τὸν Δία τὸν σωτῆρα πολλοῦ γ ἄξιος ἅπασι τοῖς Ἕλλησιν ὁ θεός ἐσθ ὅτι τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς. οἴμοι τάλας: μῶν καὶ σὺ μετέχων καταγελᾷς· ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί· ἐχθὲς δ ἔχοντ εἶδόν ς ἐγὼ τριβώνιον. οὐδὲν προτιμῶ σου. φορῶ γὰρ πριάμενος τὸν δακτύλιον τονδὶ παρ Εὐδάμου δραχμῆς. ἀλλ οὐκ ἔνεστι συκοφάντου δήγματος. ἆρ οὐχ ὕβρις ταῦτ ἐστὶ πολλή· σκώπτετον, ὅ τι δὲ ποιεῖτον ἐνθάδ οὐκ εἰρήκατον. οὐκ ἐπ ἀγαθῷ γὰρ ἐνθάδ ἐστὸν οὐδενί. μὰ τὸν Δί οὔκουν τῷ γε σῷ, σάφ ἴσθ ὅτι. ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον. ὡς δὴ π ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυρος διαρραγείης μηδενός γ ἐμπλήμενος. ἀρνεῖσθον· ἔνδον ἐστὶν ὦ μιαρωτάτω πολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων. ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ. κακόδαιμον ὀσφραίνει τι· τοῦ ψύχους γ ἴσως ἐπεὶ τοιοῦτόν γ ἀμπέχεται τριβώνιον. ταῦτ οὖν ἀνασχέτ ἐστὶν ὦ Ζεῦ καὶ θεοί, τούτους ὑβρίζειν εἰς ἔμ· οἴμ ὡς ἄχθομαι ὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς. σὺ φιλόπολις καὶ χρηστός·

ὡς οὐδείς γ ἀνήρ. καὶ μὴν ἐπερωτηθεὶς ἀπόκριναί μοι. τὸ τί· γεωργὸς εἶ· μελαγχολᾶν μ οὕτως οἰεί· ἀλλ ἔμπορος· ναί, σκήπτομαί γ, ὅταν τύχω. τί δαί· τέχνην τιν ἔμαθες· οὐ μὰ τὸν Δία. πῶς οὖν διέζης ἢ πόθεν μηδὲν ποιῶν· τῶν τῆς πόλεώς εἰμ ἐπιμελητὴς πραγμάτων καὶ τῶν ἰδίων πάντων. σύ· τί μαθών· βούλομαι. πῶς οὖν ἂν εἰής χρηστὸς ὦ τοιχωρύχε, εἴ σοι προσῆκον μηδὲν εἶτ ἀπεχθάνει· οὐ γὰρ προσήκει τὴν ἐμαυτοῦ μοι πόλιν εὐεργετεῖν ὦ κέπφε καθ ὅσον ἂν σθένω· εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν· τὸ μὲν οὖν βοηθεῖν τοῖς νόμοις τοῖς κειμένοις καὶ μὴ πιτρέπειν ἐάν τις ἐξαμαρτάνῃ. οὔκουν δικαστὰς ἐξεπίτηδες ἡ πόλις ἄρχειν καθίστησιν· κατηγορεῖ δὲ τίς· ὁ βουλόμενος. οὐκοῦν ἐκεῖνός εἰμ ἐγώ, ὥστ εἰς ἔμ ἥκει τῆς πόλεως τὰ πράγματα. νὴ Δία πονηρόν γ ἆρα προστάτην ἔχει. ἐκεῖνο δ οὐ βούλοι ἄν, ἡσυχίαν ἔχων ζῆν ἀργός· ἀλλὰ προβατίου βίον λέγεις, εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ. οὐδ ἂν μεταμάθοις· οὐδ ἂν εἰ δοίης γέ μοι τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον. κατάθου ταχέως θοἰμάτιον. οὗτος, σοὶ λέγει. ἔπειθ ὑπόλυσαι. ταῦτα πάντα σοὶ λέγει. καὶ μὴν προσελθέτω πρὸς ἔμ ὑμῶν ἐνθαδὶ ὁ βουλόμενος. οὐκοῦν ἐκεῖνός εἰμ ἐγώ. οἴμοι τάλας ἀποδύομαι μεθ ἡμέραν. σὺ γὰρ ἀξιοῖς τἀλλότρια πράττων ἐσθίειν. ὁρᾷς ἃ ποιεῖς· ταῦτ ἐγὼ μαρτύρομαι. ἀλλ οἴχεται φεύγων ὃν ἦγες μάρτυρα. οἴμοι περιείλημμαι μόνος. νυνὶ βοᾷς· οἴμοι μάλ αὖθις. δὸς σύ μοι τὸ τριβώνιον, ἵν ἀμφιέσω τὸν συκοφάντην τουτονί. μὴ δῆθ: ἱερὸν γάρ ἐστι τοῦ Πλούτου πάλαι. ἔπειτα ποῦ κάλλιον ἀνατεθήσεται ἢ περὶ πονηρὸν ἄνδρα καὶ τοιχωρύχον· Πλοῦτον δὲ κοσμεῖν ἱματίοις σεμνοῖς πρέπει. τοῖς δ ἐμβαδίοις τί χρήσεταί τις· εἰπέ μοι. καὶ ταῦτα πρὸς τὸ μέτωπον αὐτίκα δὴ μάλα ὥσπερ κοτίνῳ προσπατταλεύσω τουτῳί. ἄπειμι: γιγνώσκω γὰρ ἥττων ὢν πολὺ ὑμῶν: ἐὰν δὲ σύζυγον λάβω τινὰ καὶ σύκινον, τοῦτον τὸν ἰσχυρὸν θεὸν ἐγὼ ποιήσω τήμερον δοῦναι δίκην, ὁτιὴ καταλύει περιφανῶς εἶς ὢν μόνος τὴν δημοκρατίαν, οὔτε τὴν βουλὴν πιθὼν τὴν τῶν πολιτῶν οὔτε τὴν ἐκκλησίαν. καὶ μὴν ἐπειδὴ τὴν πανοπλίαν τὴν ἐμὴν ἔχων βαδίζεις, ἐς τὸ βαλανεῖον τρέχε: ἔπειτ ἐκεῖ κορυφαῖος ἑστηκὼς θέρου. κἀγὼ γὰρ εἶχον τὴν στάσιν ταύτην ποτέ. ἀλλ ὁ βαλανεὺς ἕλξει θύραζ αὐτὸν λαβὼν τῶν ὀρχιπέδων: ἰδὼν γὰρ αὐτὸν γνώσεται ὅτι ἔστ ἐκείνου τοῦ πονηροῦ κόμματος. νὼ δ εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν. Χοροῦ ἆρ ὦ φίλοι γέροντες ἐπὶ τὴν οἰκίαν ἀφίγμεθ ὄντως τοῦ νέου τούτου θεοῦ, ἢ τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION