호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀσπάζομαι δ ὁτιὴ προθύμως ἥκετε καὶ συντεταμένως κοὐ κατεβλακευμένως.? ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάται ἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ. θάρρει: βλέπειν γὰρ ἄντικρυς δόξεις μ Ἄρη. δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκα ὠστιζόμεσθ ἑκάστοτ ἐν τἠκκλησίᾳ, αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν. καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ προσιόντα: δῆλος δ ἐστὶν ὅτι τοῦ πράγματος ἀκήκοέν τι τῇ βαδίσει καὶ τῷ τάχει. τί ἂν οὖν τὸ πρᾶγμ εἰή· πόθεν καὶ τίνι τρόπῳ Χρεμύλος πεπλούτηκ ἐξαπίνης· οὐ πείθομαι. καίτοι λόγος γ ἦν νὴ τὸν Ἡρακλέα πολὺς ἐπὶ τοῖσι κουρείοισι τῶν καθημένων, ὡς ἐξαπίνης ἀνὴρ γεγένηται πλούσιος. ἔστιν δέ μοι τοῦτ αὐτὸ θαυμάσιον, ὅπως χρηστόν τι πράττων τοὺς φίλους μεταπέμπεται. οὔκουν ἐπιχώριόν γε πρᾶγμ ἐργάζεται. ἀλλ οὐδὲν ἀποκρύψας ἐρῶ: νὴ τοὺς θεοὺς ὦ Βλεψίδημ ἄμεινον ἢ χθὲς πράττομεν, ὥστε μετέχειν ἔξεστιν: εἶ γὰρ τῶν φίλων. γέγονας δ ἀληθῶς, ὡς λέγουσι, πλούσιος· ἔσομαι μὲν οὖν αὐτίκα μάλ, ἢν θεὸς θέλῃ. ἔνι γάρ τις ἔνι κίνδυνος ἐν τῷ πράγματι. ποῖός τις· οἱο῀ς· λέγ ἀνύσας ὅ τι φῄς ποτε. ἢν μὲν κατορθώσωμεν, εὖ πράττειν ἀεί: ἢν δὲ σφαλῶμεν, ἐπιτετρῖφθαι τὸ παράπαν. τουτὶ πονηρὸν φαίνεται τὸ φορτίον καί μ οὐκ ἀρέσκει. τό τε γὰρ ἐξαίφνης ἄγαν οὕτως ὑπερπλουτεῖν τό τ αὖ δεδοικέναι πρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστ εἰργασμένου. πῶς οὐδὲν ὑγιές· εἴ τι κεκλοφὼς νὴ Δία ἐκεῖθεν ἥκεις ἀργύριον ἢ χρυσίον παρὰ τοῦ θεοῦ, κἄπειτ ἴσως σοι μεταμέλει. Ἄπολλον ἀποτρόπαιε μὰ Δί ἐγὼ μὲν οὔ. παῦσαι φλυαρῶν ὦγάθ: οῖδα γὰρ σαφῶς. σὺ μηδὲν εἰς ἔμ ὑπονόει τοιουτονί. φεῦ, ὡς οὐδὲν ἀτεχνῶς ὑγιές ἐστιν οὐδενός, ἀλλ εἰσὶ τοῦ κέρδους ἅπαντες ἥττονες. οὔ τοι μὰ τὴν Δήμητρ ὑγιαίνειν μοι δοκεῖς. ὡς πολὺ μεθέστηχ ὧν πρότερον εἶχεν τρόπων. μελαγχολᾷς ὦνθρωπε νὴ τὸν οὐρανόν. ἀλλ οὐδὲ τὸ βλέμμ αὐτὸ κατὰ χώραν ἔχει, ἀλλ ἐστὶν ἐπίδηλόν τι πεπανουργηκότι. σὺ μὲν οἶδ ὃ κρώζεις: ὡς ἐμοῦ τι κεκλοφότος ζητεῖς μεταλαβεῖν. μεταλαβεῖν ζητῶ· τίνος· τὸ δ ἐστὶν οὐ τοιοῦτον ἀλλ ἑτέρως ἔχον. μῶν οὐ κέκλοφας ἀλλ ἡρ´πακας· κακοδαιμονᾷς. ἀλλ οὐδὲ μὴν ἀπεστέρηκάς γ οὐδένα· ου δῆτ ἔγωγ. ὦ Ἡράκλεις, φέρε ποῖ τις ἂν τράποιτο· τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι. κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου. ὦ τᾶν ἐγώ τοι τοῦτ ἀπὸ σμικροῦ πάνυ ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν, τὸ στόμ ἐπιβύσας κέρμασιν τῶν ῥητόρων. καὶ μὴν φίλως γ ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺς τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα. ὁρῶ τιν ἐπὶ τοῦ βήματος καθεδούμενον ἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίων καὶ τῆς γυναικός, κου διοίσοντ ἄντικρυς τῶν Ἡρακλειδῶν οὐδ ὁτιοῦν τῶν Παμφίλου. οὒκ ὦ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνους ἔγωγε καὶ τοὺς δεξιοὺς καὶ σώφρονας ἀπαρτὶ πλουτῆσαι ποιήσω. τί σὺ λέγεις· οὕτω πάνυ πολλὰ κέκλοφας· οἴμοι τῶν κακῶν, ἀπολεῖς. σὺ μὲν οὖν σεαυτόν, ὥς γ ἐμοὶ δοκεῖς. ου δῆτ, ἐπεὶ τὸν Πλοῦτον ὦ μόχθηρε σὺ ἔχω. σὺ Πλοῦτον· ποῖον· αὐτὸν τὸν θεόν. καὶ ποῦ στιν· ἔνδον. ποῦ· παρ ἐμοί. παρὰ σοί· πάνυ. οὐκ ἐς κόρακας· Πλοῦτος παρὰ σοί· νὴ τοὺς θεούς. λὲγεις ἀληθῆ· φημί. πρὸς τῆς Ἑστίας· νὴ τὸν Ποσειδῶ. τὸν θαλάττιον λέγεις· εἰ δ ἔστιν ἕτερός τις Ποσειδῶν, τὸν ἕτερον. εἶτ οὐ διαπέμπεις καὶ πρὸς ἡμᾶς τοὺς φίλους· οὐκ ἔστι πω τὰ πράγματ ἐν τούτῳ. τί φῄς· οὐ τῷ μεταδοῦναι· μὰ Δία. δεῖ γὰρ πρῶτα τί· βλέψαι ποιῆσαι νώ - τίνα βλέψαι· φράσον. τὸν Πλοῦτον ὥσπερ πρότερον ἑνί γέ τῳ τρόπῳ. τυφλὸς γὰρ ὄντως ἐστί· νὴ τὸν οὐρανόν. οὐκ ἐτὸς ἄρ ὡς ἔμ ἦλθεν οὐδεπώποτε. ἀλλ ἢν θεοὶ θέλωσι, νῦν ἀφίξεται. οὔκουν ἰατρὸν εἰσάγειν ἐχρῆν τινά· τίς δῆτ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει· οὔτε γὰρ ὁ μισθὸς οὐδὲν ἔστ οὔθ ἡ τέχνη. σκοπῶμεν. ἀλλ οὐκ ἔστιν. οὐδ ἐμοὶ δοκεῖ. μὰ Δί ἀλλ ὅπερ πάλαι παρεσκευαζόμην ἐγώ, κατακλίνειν αὐτὸν εἰς Ἀσκληπιοῦ κράτιστόν ἐστι. πολὺ μὲν οὖν νὴ τοὺς θεούς. μή νυν διάτριβ ἀλλ ἄνυε πράττων ἕν γέ τι. καὶ δὴ βαδίζω. σπεῦδέ νυν. τοῦτ αὐτὸ δρῶ. ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον τολμῶντε δρᾶν ἀνθρωπαρίω κακοδαίμονε - ποῖ ποῖ· τί φεύγετον· οὐ μενεῖτον· Ἡράκλεις. ἐγὼ γὰρ ὑμᾶς ἐξολῶ κακοὺς κακῶς:
τόλμημα γὰρ τολμᾶτον οὐκ ἀνασχετόν, ἀλλ οἱο῀ν οὐδεὶς ἄλλος οὐδεπώποτε οὔτε θεὸς οὔτ ἄνθρωπος: ὥστ ἀπολώλατον. σὺ δ εἶ τίς· ὠχρὰ μὲν γὰρ εἶναί μοι δοκεῖς. ἴσως Ἐρινύς ἐστιν ἐκ τραγῳδίας: βλέπει γέ τοι μανικόν τι καὶ τραγῳδικόν. ἀλλ οὐκ ἔχει γὰρ δᾷδας. οὐκοῦν κλαύσεται. ὀιέσθε δ εἶναι τίνα με· πανδοκεύτριαν ἢ λεκιθόπωλιν. οὐ γὰρ ἂν τοσουτονὶ ἀνέκραγες ἡμῖν οὐδὲν ἠδικημένη. ἄληθες· οὐ γὰρ δεινότατα δεδράκατον ζητοῦντες ἐκ πάσης με χώρας ἐκβαλεῖν· οὔκουν ὑπόλοιπον τὸ βάραθρόν σοι γίγνεται· ἀλλ ἥτις εἶ λέγειν ς ἐχρῆν αὐτίκα μάλα. ἣ σφὼ ποιήσω τήμερον δοῦναι δίκην ἀνθ ὧν ἐμὲ ζητεῖτον ἐνθένδ ἀφανίσαι. ἆρ ἐστὶν ἡ καπηλὶς ἡκ τῶν γειτόνων, ἣ ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται· Πενία μὲν οὖν, ἣ σφῷν ξυνοικῶ πόλλ ἔτη. ἄναξ Ἄπολλον καὶ θεοί, ποῖ τις φύγῃ· οὗτος τί δρᾷς· ὦ δειλότατον σὺ θηρίον: οὐ παραμενεῖς· ἥκιστα πάντων. οὐ μενεῖς· ἀλλ ἄνδρε δύο γυναῖκα φεύγομεν μίαν· Πενία γάρ ἐστιν ὦ πόνηρ, ἧς οὐδαμοῦ οὐδὲν πέφυκε ζῷον ἐξωλέστερον. στῆθ, ἀντιβολῶ σε, στῆθι. μὰ Δί ἐγὼ μὲν οὔ. καὶ μὴν λέγω, δεινότατον ἔργον παρὰ πολὺ ἔργων ἁπάντων ἐργασόμεθ, εἰ τὸν θεὸν ἔρημον ἀπολιπόντε ποι φευξούμεθα τηνδὶ δεδιότε, μηδὲ διαμαχούμεθα. ποίοις ὅπλοισιν ἢ δυνάμει πεποιθότες· ποῖον γὰρ οὐ θώρακα, ποίαν δ ἀσπίδα οὐκ ἐνέχυρον τίθησιν ἡ μιαρωτάτη· θάρρει: μόνος γὰρ ὁ θεὸς οὗτος οἶδ ὅτι τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων. γρύζειν δὲ καὶ τολμᾶτον ὦ καθάρματε, ἐπ αὐτοφώρῳ δεινὰ δρῶντ εἰλημμένω· σὺ δ ὦ κάκιστ ἀπολουμένη τί λοιδορεῖ ἡμῖν προσελθοῦς οὐδ ὁτιοῦν ἀδικουμένη· οὐδὲν γὰρ ὦ πρὸς τῶν θεῶν νομίζετε ἀδικεῖν με τὸν Πλοῦτον ποιεῖν πειρωμένω βλέψαι πάλιν· τί οὖν ἀδικοῦμεν τοῦτό σε, εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομεν ἀγαθόν· τί δ ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθ· ὅ τι· σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος. ἔμ ἐκβαλόντες· καὶ τί ἂν νομίζετον κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώπους· ὅ τι· εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα. καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον τὸ πρῶτον αὐτοῦ:
κἂν μὲν ἀποφήνω μόνην ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ ὑμῖν δι ἐμέ τε ζῶντας ὑμᾶς: εἰ δὲ μή, ποιεῖτον ἤδη τοῦθ ὅ τι ἂν ὑμῖν δοκῇ. ταυτὶ σὺ τολμᾷς ὦ μιαρωτάτη λέγειν· καὶ σύ γε διδάσκου: πάνυ γὰρ οἶμαι ῥᾳδίως ἅπανθ ἁμαρτάνοντά ς ἀποδείξειν ἐγώ, εἰ τοὺς δικαίους φῂς ποιήσειν πλουσίους. ὦ τύμπανα καὶ κύφωνες οὐκ ἀρήξετε· οὐ δεῖ σχετλιάζειν καὶ βοᾶν πρὶν ἂν μάθῃς. καὶ τίς δύναιτ ἂν μὴ βοᾶν ἰοὺ ἰοὺ τοιαῦτ ἀκούων· ὅστις ἐστὶν εὖ φρονῶν. τί δῆτά σοι τίμημ ἐπιγράψω τῇ δίκῃ, ἐὰν ἁλῷς· ὅ τι σοι δοκεῖ. καλῶς λέγεις. τὸ γὰρ αὔτ, ἐὰν ἡττᾶσθε, καὶ σφὼ δεῖ παθεῖν. ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσιν· ταύτῃ γε: νῷν δὲ δὔ ἀποχρήσουσιν μόνω. οὐκ ἂν φθάνοιτον τοῦτο πράττοντ, ἢ τί γ ἂν ἔχοι τις ἂν δίκαιον ἀντειπεῖν ἔτι·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기