- 텍스트

Aristophanes, Plutus, Prologue

(아리스토파네스, Plutus, Prologue)

ὡς ἀργαλέον πρᾶγμ ἐστὶν ὦ Ζεῦ καὶ θεοὶ δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου.? ἢν γὰρ τὰ βέλτισθ ὁ θεράπων λέξας τύχῃ, δόξῃ δὲ μὴ δρᾶν ταῦτα τῷ κεκτημένῳ, μετέχειν ἀνάγκη τὸν θεράποντα τῶν κακῶν. τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον. καὶ ταῦτα μὲν δὴ ταῦτα. τῷ δὲ Λοξίᾳ, ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου, μέμψιν δικαίαν μέμφομαι ταύτην, ὅτι ἰατρὸς ὢν καὶ μάντις, ὥς φασιν, σοφὸς μελαγχολῶντ ἀπέπεμψέ μου τὸν δεσπότην, ὅστις ἀκολουθεῖ κατόπιν ἀνθρώπου τυφλοῦ, τοὐναντίον δρῶν ἢ προσῆκ αὐτῷ ποιεῖν. οἱ γὰρ βλέποντες τοῖς τυφλοῖς ἡγούμεθα, οὗτος δ ἀκολουθεῖ, κἀμὲ προσβιάζεται, καὶ ταῦτ ἀποκρινομένῳ τὸ παράπαν οὐδὲ γρῦ. ἐγὼ μὲν οὖν οὐκ ἔσθ ὅπως σιγήσομαι, ἢν μὴ φράσῃς ὅ τι τῷδ ἀκολουθοῦμέν ποτε ὦ δέσποτ, ἀλλά σοι παρέξω πράγματα. οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε. μὰ Δί ἀλλ ἀφελὼν τὸν στέφανον, ἢν λυπῇς τί με, ἵνα μᾶλλον ἀλγῇς. λῆρος: οὐ γὰρ παύσομαι πρὶν ἂν φράσῃς μοι τίς ποτ ἐστὶν οὑτοσί: εὔνους γὰρ ὤν σοι πυνθάνομαι πάνυ σφόδρα. ἀλλ οὔ σε κρύψω: τῶν ἐμῶν γὰρ οἰκετῶν πιστότατον ἡγοῦμαί σε καὶ κλεπτίστατον. ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ κακῶς ἔπραττον καὶ πένης ἦν: οἶδά τοι. ἕτεροι δ ἐπλούτουν ἱερόσυλοι ῥήτορες καὶ συκοφάνται καὶ πονηροί: πείθομαι. ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν, τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον, τὸν δ υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει, πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν, ὡς τῷ βίῳ τοῦτ αὐτὸ νομίσας συμφέρειν. τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων· πεύσει. σαφῶς γὰρ ὁ θεὸς εἶπέ μοι τοδί: ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών, ἐκέλευε τούτου μὴ μεθίεσθαί μ ἔτι, πείθειν δ ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε. καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ· τουτῳί. εἶτ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ φράζουσαν ὦ σκαιότατέ σοι σαφέστατα ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον· τῷ τοῦτο κρίνεις· δῆλον ὁτιὴ καὶ τυφλῷ γνῶναι δοκεῖ τοῦθ, ὡς σφόδρ ἐστὶ συμφέρον τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν χρόνῳ. οὐκ ἔσθ ὅπως ὁ χρησμὸς ἐς τοῦτο ῥέπει, ἀλλ εἰς ἕτερόν τι μεῖζον.

ἢν δ ἡμῖν φράσῃ ὅστις ποτ ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί, πυθοιμεθ ἂν τὸν χρησμὸν ἡμῶν ὅ τι νοεῖ. ἄγε δὴ σὺ πότερον σαυτὸν ὅστις εἶ φράσεις, ἢ τἀπὶ τούτοις δρῶ· λέγειν χρὴ ταχὺ πάνυ. ἐγὼ μὲν οἰμώζειν λέγω σοι. μαναθάνεις ὅς φησιν εἶναι· σοὶ λέγει τοῦτ, οὐκ ἐμοί: σκαιῶς γὰρ αὐτοῦ καὶ χαλεπῶς ἐκπυνθάνει. ἀλλ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις, ἐμοὶ φράσον. κλάειν ἔγωγέ σοι λέγω. δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ. οὔ τοι μὰ τὴν Δήμητρα χαιρήσεις ἔτι. εἰ μὴ φράσεις γάρ - ἀπό ς ὀλῶ κακὸν κακῶς. ὦ τᾶν - ἀπαλλάχθητον ἀπ ἐμοῦ. πώμαλα. καὶ μὴν ὃ λέγω βέλτιστόν ἐστ ὦ δέσποτα. ἀπολῶ τὸν ἄνθρωπον κάκιστα τουτονί. ἀναθεὶς γὰρ ἐπὶ κρημνόν τιν αὐτὸν καταλιπων ἄπειμ, ἵν ἐκεῖθεν ἐκτραχηλισθῇ πεσών. ἀλλ αἶρε ταχέως. μηδαμῶς. οὔκουν ἐρεῖς· ἀλλ ἢν πύθησθέ μ ὅστις εἴμ, εὖ οἶδ ὅτι κακόν τί μ ἐργάσεσθε κοὐκ ἀφήσετον. νὴ τοὺς θεοὺς ἡμεῖς γ, ἐὰν βούλῃ γε σύ. μέθεσθε νῦν μου πρῶτον. ἤν, μεθίεμεν. ἀκούετον δή: δεῖ γὰρ ὡς ἐοίκέ με λέγειν ἃ κρύπτειν ἦν παρεσκευασμένος. ἐγὼ γάρ εἰμι Πλοῦτος. ὦ μιαρώτατε ἀνδρῶν ἁπάντων, εἶτ ἐσίγας Πλοῦτος ὤν· σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος· ὦ Φοῖβ Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες καὶ Ζεῦ, τί φῄς· ἐκεῖνος ὄντως εἶ σύ· ναί. ἐκεῖνος αὐτός· αὐτότατος. πόθεν οὖν φράσον αὐχμῶν βαδίζεις· ἐκ Πατροκλέους ἔρχομαι, ὃς οὐκ ἐλούσατ ἐξ ὅτουπερ ἐγένετο. τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες· κάτειπέ μοι. ὁ Ζεύς με ταῦτ ἔδρασεν ἀνθρώποις φθονῶν. ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλης ὅτι ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους μόνους βαδιοίμην: ὁ δέ μ ἐποίησεν τυφλόν, ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα. οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ. καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους καὶ τοὺς δικαίους. ὁμολογῶ σοι. φέρε τί οὖν· εἰ πάλιν ἀναβλέψειας ὥσπερ καὶ πρὸ τοῦ, φεύγοις ἂν ἤδη τοὺς πονηρούς· φήμ ἐγώ. ὡς τοὺς δικαίους δ ἂν βαδίζοις· πάνυ μὲν οὖν: πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑόρακά πω χρόνου. καὶ θαῦμά γ οὐδέν: οὐδ ἐγὼ γὰρ ὁ βλέπων. ἄφετόν με νῦν. ἴστον γὰρ ἤδη τἀπ ἐμοῦ. μὰ Δί ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου. οὐκ ἠγόρευον ὅτι παρέξειν πράγματα ἐμέλλετόν μοι· καὶ σύ γ ἀντιβολῶ πιθοῦ, καὶ μή μ ἀπολίπῃς: οὐ γὰρ εὑρήσεις ἐμοῦ ζητῶν ἔτ ἄνδρα τοὺς τρόπους βελτίονα. μὰ τὸν Δί οὐ γὰρ ἔστιν ἄλλος πλὴν ἐγώ. ταυτὶ λέγουσι πάντες:

ἡνίκ ἂν δέ μου τύχως ἀληθῶς καὶ γένωνται πλούσιοι, ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ. ἔχει μὲν οὕτως, εἰσὶ δ οὐ πάντες κακοί. μὰ Δί ἀλλ ἁπαξάπαντες. οἰμώξει μακρά. σοὶ δ ὡς ἂν εἰδῇς ὅσα παρ ἡμῖν ἢν μένῃς γενήσετ ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ. οἶμαι γὰρ οἶμαι, σὺν θεῷ δ εἰρήσεται, ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας βλέψαι ποιήσας. μηδαμῶς τοῦτ ἐργάσῃ. οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι. τί φῄς· ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει. ὁ Ζεὺς μὲν οὖν εἰδὼς τὰ τούτων μῶρ ἔμ εἰ πύθοιτ ἂν ἐπιτρίψειε. νῦν δ οὐ τοῦτο δρᾷ, ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ· οὐκ οἶδ: ἐγὼ δ ἐκεῖνον ὀρρωδῶ πάνυ. ἄληθες ὦ δειλότατε πάντων δαιμόνων· οἰεί γὰρ εἶναι τὴν Διὸς τυραννίδα καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου, ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον· ἆ μὴ λέγ ὦ πόνηρε ταῦτ. ἔχ ἥσυχος. ἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ μεῖζον δυνάμενον. ἐμὲ σύ· νὴ τὸν οὐρανόν. αὐτίκα γὰρ ἄρχει διὰ τίν ὁ Ζεὺς τῶν θεῶν· διὰ τἀργύριον: πλεῖστον γάρ ἐστ αὐτῷ. φέρε τίς οὖν ὁ παρέχων ἐστὶν αὐτῷ τοῦθ· ὁδί. θύουσι δ αὐτῷ διὰ τίν· οὐ διὰ τουτονί· καὶ νὴ Δί εὔχονταί γε πλουτεῖν ἄντικρυς. οὔκουν ὅδ ἐστὶν αἴτιος καὶ ῥᾳδίως παύσειεν, εἰ βούλοιτο, ταῦτ ἄν· ὅτι τί δή· ὅτι οὐδ ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι, οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλ οὐδὲ ἕν, μὴ βουλομένου σοῦ. πῶς· ὅπως· οὐκ ἔσθ ὅπως ὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼν αὐτὸς διδῷς πἀργύριον: ὥστε τοῦ Διὸς τὴν δύνομιν, ἢν λυπῇ τι, καταλύσεις μόνος. τί λέγεις· δι ἐμὲ θύουσιν αὐτῷ· φήμ ἐγώ. καὶ νὴ Δί εἴ τί γ ἔστι λαμπρὸν καὶ καλὸν ἢ χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται. ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθ ὑπήκοα. ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον δοῦλος γεγένημαι, διὰ τὸ μὴ πλουτεῖν ἴσως. καὶ τάς γ ἑταίρας φασὶ τὰς Κορινθίας, ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ, οὐδὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος, τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν. καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶν οὐ τῶν ἐραστῶν ἀλλὰ τἀργυρίου χάριν. οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους: ἐπεὶ αἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί. τί δαί· ὁ μὲν ἵππον ἀγαθόν, ὁ δὲ κύνας θηρευτικάς. αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσως ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν. τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματα ἐν τοῖσιν ἀνθρώποισίν ἐσθ ηὑρημένα. ὁ μὲν γὰρ ἡμῶν σκυτοτομεῖ καθήμενος: ἕτερος δὲ χαλκεύει τις, ὁ δὲ τεκταίνεται: ὁ δὲ χρυσοχοεῖ γε χρυσίον παρὰ σοῦ λαβών: ὁ δὲ λωποδυτεῖ γε νὴ Δί, ὁ δὲ τοιχωρυχεῖ: ὁ δὲ γναφεύει γ: ὁ δέ γε πλύνει κῴδια: ὁ δὲ βυρσοδεψεῖ γ: ὁ δέ γε πωλεῖ κρόμμυα: ὁ δ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται. οἴμοι τάλας ταυτί μ ἐλάνθανεν πάλαι. μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον κομᾷ·

ἐκκλησία δ οὐχὶ διὰ τοῦτον γίγνεται· τί δέ· τὰς τριήρεις οὐ σὺ πληροῖς· εἰπέ μοι. τὸ δ ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει· ὁ Πάμφιλος δ οὐχι διὰ τοῦτον κλαύσεται· ὁ βελονοπώλης δ οὐχὶ μετὰ τοῦ Παμφίλου· Ἀγύρριος δ οὐχὶ διὰ τοῦτον πέρδεται· Φιλέψιος δ οὐχ ἕνεκα σοῦ μύθους λέγει· ἡ ξυμμαχία δ οὐ διὰ σὲ τοῖς Αἰγυπτίοις· ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου· ὁ Τιμοθέου δὲ πύργος - ἐμπέσοι γέ σοι. τὰ δὲ πράγματ οὐχὶ διὰ σὲ πάντα πράττεται· μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθ ὅτι. κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε, ἐφ οἷς οὗτος ἐπικαθέζηται μόνον. ἐγὼ τοσαῦτα δυνατός εἰμ εἷς ὢν ποιεῖν· καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα: ὥστ οὐδὲ μεστὸς σοῦ γέγον οὐδεὶς πώποτε. τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή, ἔρωτος ἄρτων μουσικῆς τραγημάτων τιμῆς πλακούντων ἀνδραγαθίας ἰσχάδων φιλοτιμίας μάζης στρατηγίας φακῆς: σοῦ δ ἐγένετ οὐδεὶς μεστὸς οὐδεπώποτε. ἀλλ ἢν τάλαντά τις λάβῃ τριακαίδεκα, πολὺ μᾶλλον ἐπιθυμεῖ λαβεῖν ἑκκαίδεκα: κἂν ταῦτ ἀνύσηται, τετταράκοντα βούλεται, ἤ φησιν εἶν ἀβίωτον αὑτῷ τὸν βίον. εὖ τοι λέγειν ἔμοιγε φαίνεσθον πάνυ: πλὴν ἓν μόνον δέδοικα. φράζε τοῦ πέρι· ὅπως ἐγὼ τὴν δύναμιν ἣν ὑμεῖς φατε ἔχειν με, ταύτης δεσπότης γενήσομαι. νὴ τὸν Δί ἀλλὰ καὶ λέγουσι πάντες ὡς δειλότατόν ἐσθ ὁ Πλοῦτος. ἥκιστ, ἀλλά με τοιχωρύχος τις διέβαλ. ἐσδὺς γάρ ποτε οὐκ εἶχεν ἐς τὴν οἰκίαν οὐδὲν λαβεῖν, εὑρὼν ἁπαξάπαντα κατακεκλῃμένα: εἶτ ὠνόμασέ μου τὴν πρόνοιαν δειλίαν. μή νυν μελέτω σοι μηδέν: ὡς ἐὰν γένῃ ἀνὴρ πρόθυμος αὐτὸς ἐς τὰ πράγματα, βλέποντ ἀποδείξω ς ὀξύτερον τοῦ Λυγκέως. πῶς οὖν δυνήσει τοῦτο δρᾶσαι θνητὸς ὤν· ἔχω τιν ἀγαθὴν ἐλπίδ ἐξ ὧν εἶπέ μοι ὁ Φοῖβος αὐτὸς Πυθικὴν σείσας δάφνην. κἀκεῖνος οὖν σύνοιδε ταῦτα· φήμ ἐγώ. ὁρᾶτε. μὴ φρόντιζε μηδὲν ὦγαθέ. ἐγὼ γάρ, εὖ τοῦτ ἴσθι, κεἰ δεῖ μ ἀποθανεῖν, αὐτὸς διαπράξω ταῦτα. κἂν βούλῃ γ, ἐγώ. πολλοὶ δ ἔσονται χἄτεροι νῷν ξύμμαχοι, ὅσοις δικαίοις οὖσιν οὐκ ἦν ἄλφιτα. παπαῖ πονηρούς γ εἶπας ἡμῖν συμμάχους.

οὐκ ἤν γε πλουτήσωσιν ἐξ ἀρχῆς πάλιν. ἀλλ ἴθι σὺ μὲν ταχέως δραμών - τί δρῶ· λέγε. τοὺς ξυγγεώργους κάλεσον, εὑρήσεις δ ἴσως ἐν τοῖς ἀγροῖς αὐτοὺς ταλαιπωρουμένους, ὅπως ἂν ἴσον ἕκαστος ἐνταυθοῖ παρὼν ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος. καὶ δὴ βαδίζω: τουτοδὶ τὸ κρεᾴδιον τῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών. ἐμοὶ μελήσει τοῦτό γ: ἀλλ ἀνύσας τρέχε. σὺ δ ὦ κράτιστε Πλοῦτε πάντων δαιμόνων εἴσω μετ ἐμοῦ δεῦρ εἴσιθ: ἡ γὰρ οἰκία αὕτη στὶν ἣν δεῖ χρημάτων σε τήμερον μεστὴν ποιῆσαι καὶ δικαίως κἀδίκως. ἀλλ ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺς εἰς οἰκίαν ἑκάστοτ ἀλλοτρίαν πάνυ: ἀγαθὸν γὰρ ἀπέλαυς οὐδὲν αὐτοῦ πώποτε. ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω, εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω: κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλος αἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον, ἔξαρνός ἐστι μηδ ἰδεῖν με πώποτε. ἢν δ ὡς παραπλῆγ ἄνθρωπον εἰσελθὼν τύχω, πόρναισι καὶ κύβοισι παραβεβλημένος γυμνὸς θύραζ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου. μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε. ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμ ἀεί, χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ πάλιν τ ἀναλῶν, ἡνίκ ἂν τούτου δέῃ. ἀλλ εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον, ὃν ἑγὼ φιλῶ μάλιστα μετὰ σέ. πείθομαι. τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION