호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ σοφώτατοι γεωργοί, τἀμὰ δὴ ξυνίετε ῥήματ, εἰ βούλεσθ ἀκοῦσαι τήνδ ὅπως ἀπώλετο.? πρῶτα μὲν γὰρ αὐτῆς ἦρξεν Φειδίας πράξας κακῶς: εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχοι τῆς τύχης, τὰς φύσεις ὑμῶν δεδοικὼς καὶ τὸν αὐτοδὰξ τρόπον, πρὶν παθεῖν τι δεινὸν αὐτός, ἐξέφλεξε τὴν πόλιν. ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος, ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ πάντας Ἕλληνας δακρῦσαι, τούς τ ἐκεῖ τούς τ ἐνθάδε. ὡς δ ἅπαξ τὸ πρῶτον ἄκους ἐψόφησεν ἄμπελος καὶ πίθος πληγεὶς ὑπ ὀργῆς ἀντελάκτισεν πίθῳ, οὐκέτ ἦν οὐδεὶς ὁ παύσων, ἥδε δ ἠφανίζετο. ταῦτα τοίνυν μὰ τὸν Ἀπόλλω γὼ πεπύσμην οὐδενός, οὐδ ὅπως αὐτῇ προσήκοι Φειδίας ἠκηκόη. οὐδ ἔγωγε πλήν γε νυνί. ταῦτ ἄρ εὐπρόσωπος ἦν, οὖσα συγγενὴς ἐκείνου. πολλά γ ἡμᾶς λανθάνει. κᾆτ ἐπειδὴ γνωσαν ὑμᾶς αἱ πόλεις ὧν ἤρχετε ἠγριωμένους ἐπ ἀλλήλοισι καὶ σεσηρότας, πάντ ἐμηχανῶντ ἐφ ὑμῖν τοὺς φόρους φοβούμεναι, κἀνέπειθον τῶν Λακώνων τοὺς μεγίστους χρήμασιν. οἱ δ ἅτ ὄντες αἰσχροκερδεῖς καὶ διειρωνόξενοι τήνδ ἀπορρίψαντες αἰσχρῶς τὸν πόλεμον ἀνήρπασαν: κᾆτα τἀκείνων γε κέρδη τοῖς γεωργοῖς ἦν κακά: αἱ γὰρ ἐνθένδ αὖ τριήρεις ἀντιτιμωρούμεναι οὐδὲν αἰτίων ἂν ἀνδρῶν τὰς κράδας κατήσθιον. ἐν δίκῃ μὲν οὖν, ἐπεί τοι τὴν κορώνεών γέ μου ἐξέκοψαν, ἣν ἐγὼ φύτευσα κἀξεθρεψάμην. νὴ Δί ὦ μέλ ἐνδίκως <γε> δῆτ, ἐπεὶ κἀμοῦ λίθον ἐμβαλόντες ἑξμέδιμνον κυψέλην ἀπώλεσαν. κᾆτα δ ὡς ἐκ τῶν ἀγρῶν ξυνῆλθεν οὑργάτης λεώς, τὸν τρόπον πωλούμενος τὸν αὐτὸν οὐκ ἐμάνθανεν, ἀλλ ἅτ ὢν ἄνευ γιγάρτων καὶ φιλῶν τὰς ἰσχάδας ἔβλεπεν πρὸς τοὺς λέγοντας: οἱ δὲ γιγνώσκοντες εὖ τοὺς πένητας ἀσθενοῦντας κἀποροῦντας ἀλφίτων, τήνδε μὲν δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασιν, πολλάκις φανεῖσαν αὐτὴν τῆσδε τῆς χώρας πόθῳ, τῶν δὲ συμμάχων ἔσειον τοὺς παχεῖς καὶ πλουσίους, αἰτίας ἂν προστιθέντες, ὡς φρονεῖ τὰ Βρασίδου. εἶτ ἂν ὑμεῖς τοῦτον ὥσπερ κυνίδι ἐσπαράττετε: ἡ πόλις γὰρ ὠχριῶσα κἀν φόβῳ καθημένη, ἅττα διαβάλοι τις αὐτῇ, ταῦτ ἂν ἥδιστ ἤσθιεν. οἳ δὲ τὰς πληγὰς ὁρῶντες ἃς ἐτύπτονθ οἱ ξένοι χρυσίῳ τῶν ταῦτα ποιούντων ἐβύνουν τὸ στόμα, ὥστ ἐκείνους μὲν ποιῆσαι πλουσίους, ἡ δ Ἑλλὰς ἂν ἐξερημωθεῖς ἂν ὑμᾶς ἔλαθε. ταῦτα δ ἦν ὁ δρῶν βυρσοπώλης. παῦε παῦ ὦ δέσποθ Ἑρμῆ, μὴ λέγε, ἀλλ ἐά τὸν ἄνδρ ἐκεῖνον οὗπερ ἔστ εἶναι κάτω: οὐ γὰρ ἡμέτερος ἔτ ἔστ ἐκεῖνος ἁνὴρ ἀλλὰ σός.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기