호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χαῖρε χαῖρ, ὡς ἀσμένοισιν ἦλθες, ὦ φιλτάτη.? σῷ γὰρ ἐδάμην πόθῳ, δαιμόνια βουλόμενος εἰς ἀγρὸν ἀνερπύσαι ἦσθα γὰρ μέγιστον ἡμῖν κέρδος ὦ ποθουμένη πᾶσιν ὁπόσοι γεωργὸν βίον ἐτρίβομεν. μόνη γὰρ ἡμᾶς ὠφέλεις. πολλὰ γὰρ ἐπάσχομεν πρίν ποτ ἐπὶ σοῦ γλυκέα κἀδάπανα καὶ φίλα. τοῖς ἀγροίκοισιν γὰρ ἦσθα χῖδρα καὶ σωτηρία. ὥστε σὲ τά τ ἀμπέλια καὶ τὰ νέα συκίδια τἄλλα θ ὁπός ἔστι φυτὰ προσγελάσεται λαβόντ ἄσμενα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기