- 텍스트

Aristophanes, Peace, Choral, trochees

(아리스토파네스, Peace, Choral, trochees)

ὡς ἅπαντ ἤδη στὶ μεστὰ τἀνθάδ εἰρήνης σαπρᾶς.? ἀλλὰ πᾶς χώρει πρὸς ἔργον εἰς ἀγρὸν παιωνίσας. ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα, ἄσμενός ς ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους, τάς τε συκᾶς, ἃς ἐγὼ φύτευον ὢν νεώτερος, ἀσπάσασθαι θυμὸς ἡμῖν ἐστι πολλοστῷ χρόνῳ. νῦν μὲν οὖν ὦνδρες προσευξώμεσθα πρῶτον τῇ θεῷ, ἥπερ ἡμῶν τοὺς λόφους ἀφεῖλε καὶ τὰς Γοργόνας: εἶθ ὅπως Λιταργιοῦμεν οἴκαδ ἐς τὰ χωρία, ἐμπολήσαντές τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον. ὦ Πόσειδον ὡς καλὸν τὸ στῖφος αὐτῶν φαίνεται καὶ πυκνὸν καὶ γοργὸν ὥσπερ μᾶζα καὶ πανδαισία. νὴ Δί ἡ γὰρ σφῦρα λαμπρὸν ἦν ἄρ ἐξωπλισμένη, αἵ τε θρίνακες διαστίλβουσι πρὸς τὸν ἥλιον. ἦ καλῶς αὐτῶν ἀπαλλάξειεν ἂν μετόρχιον. ὥστ ἔγωγ ἤδη πιθυμῶ καὐτὸς ἐλθεῖν εἰς ἀγρὸν καὶ τριαινοῦν τῇ δικέλλῃ διὰ χρόνου τὸ γῄδιον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION