- 텍스트

Aristophanes, Peace, Choral, strophe 3 1:

(아리스토파네스, Peace, Choral, strophe 3 1:)

ὦ πότνια βοτρυόδωρε τί προσείπω ς ἔπος·? πόθεν ἂν λάβοιμι ῥῆμα μυριάμφορον ὅτῳ προσείπω ς· οὐ γὰρ εἶχον οἴκοθεν. ὦ χαῖρ Ὀπώρα, καὶ σὺ δ ὦ Θεωρία. οἱο῀ν δ ἔχεις τὸ πρόσωπον ὦ Θεωρία, οἱο῀ν δὲ πνεῖς, ὡς ἡδὺ κατὰ τῆς καρδίας, γλυκύτατον ὥσπερ ἀστρατείας καὶ μύρου. μῶν οὖν ὅμοιον καὶ γυλιοῦ στρατιωτικοῦ· ἀπέπτυς ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος. τοῦ μὲν γὰρ ὄζει κρομμυοξυρεγμίας, ταύτης δ ὀπώρας, ὑποδοχῆς, Διονυσίων, αὐλῶν, τραγῳδῶν, Σοφοκλέους μελῶν, κιχλῶν, ἐπυλλίων Εὐριπίδου - κλαύσἄρα σὺ ταύτης καταψευδόμενος: οὐ γὰρ ἥδεται αὕτη ποιητῇ ῥηματίων δικανικῶν. κιττοῦ, τρυγοίπου, προβατίων βληχωμένων, κόλπου γυναικῶν διατρεχουσῶν εἰς ἀγρόν, δούλης μεθυούσης, ἀνατετραμμένου χοῶς, ἄλλων τε πολλῶν κἀγαθῶν - ἴθι νυν ἄθρει οἱο῀ν πρὸς ἀλλήλας λαλοῦσιν αἱ πόλεις διαλλαγεῖσαι καὶ γελῶσιν ἄσμεναι, καὶ ταῦτα δαιμονίως ὑπωπιασμέναι ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι. καὶ τῶνδε τοίνυν τῶν θεωμένων σκόπει τὰ πρόσωφ, ἵνα γνῷς τὰς τέχνας. αἰβοῖ τάλας, ἐκεινονὶ γοῦν τὸν λοφοποιὸν οὐχ ὁρᾷς τίλλονθ ἑαυτόν· ὁ δέ γε τὰς σμινύας ποιῶν κατέπαρδεν ἄρτι τοῦ ξιφουργοῦ κεινουί. ὁ δὲ δρεπανουργὸς οὐχ ὁρᾷς ὡς ἥδεται, καὶ τὸν δορυξὸν οἱο῀ν ἐσκιμάλισεν· ἴθι νυν ἄνειπε τοὺς γεωργοὺς ἀπιέναι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION