호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄγε δὴ σὺ ταχέως ὕπεχε τὴν φιάλην, ὅπως ἔργῳ φιαλοῦμεν εὐξάμενοι τοῖσιν θεοῖς.? σπονδὴ σπονδή: εὐφημεῖτε εὐφημεῖτε. σπένδοντες εὐχόμεσθα τὴν νῦν ἡμέραν Ἕλλησιν ἄρξαι πᾶσι πολλῶν κἀγαθῶν, χὤστις προθύμως ξυλλάβοι τῶν σχοινίων, τοῦτον τὸν ἄνδρα μὴ λαβεῖν ποτ ἀσπίδα. μὰ Δί ἀλλ ἐν εἰρήνῃ διαγαγεῖν τὸν βίον, ἔχονθ ἑταίραν καὶ σκαλεύοντ ἄνθρακας. ὅστις δὲ πόλεμον μᾶλλον εἶναι βούλεται μηδέποτε παύσασθ αὐτὸν ὦ Διόνυς ἄναξ ἐκ τῶν ὀλεκράνων ἀκίδας ἐξαιρούμενον. κεἴ τις ἐπιθυμῶν ταξιαρχεῖν σοὶ φθονεῖ ἐς φῶς ἀνελθεῖν ὦ πότνι, ἐν ταῖσιν μάχαις πάσχοι γε τοιαῦθ οἱά῀περ Κλεώνυμος. κεἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων, ἵν ἐμπολᾷ βέλτιον, ἐπιθυμεῖ μαχῶν ληφθεὶς ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας. κεἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβοι, ἢ δοῦλος αὐτομολεῖν παρεσκευασμένος ἐπὶ τοῦ τροχοῦ γ ἕλκοιτο μαστιγούμενος. ἡμῖν δ ἀγαθὰ γένοιτ. ἰὴ παιὼν ἰή. ἄφελε τὸ παίειν ἀλλ ἰὴ μόνον λέγε. ἰὴ ἰὴ τοίνυν, ἰὴ μόνον λέγω. Ἑρμῇ Χάρισιν Ὥραισιν Ἀφροδίτῃ Πόθῳ. Ἄρει δέ· μὴ μή. μηδ Ἐνυαλίῳ γε· μή. ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖσιν κάλῳς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기