호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἴθ, ἀντιβολῶ ς, ἐλέησον αὐτῶν τὴν ὄπα, ἐπεί σε καὶ τιμῶσι μᾶλλον ἢ πρὸ τοῦ.? κλέπται γάρ εἰσι νῦν γε μᾶλλον ἢ πρὸ τοῦ. καί σοι φράσω τι πρᾶγμα δεινὸν καὶ μέγα, ὃ τοῖς θεοῖς ἅπασιν ἐπιβουλεύεται. ἴθι δὴ κάτειπ: ἴσως γὰρ ἂν πείσαις ἐμέ. ἡ γὰρ Σελήνη χὠ πανοῦργος Ἥλιος ὑμῖν ἐπιβουλεύοντε πολὺν ἤδη χρόνον τοῖς βαρβάροισι προδίδοτον τὴν Ἑλλάδα. ἵνα δὴ τί τοῦτο δρᾶτον· ὁτιὴ νὴ Δία ἡμεῖς μὲν ὑμῖν θύομεν, τούτοισι δὲ οἱ βάρβαροι θύουσι. διὰ τοῦτ εἰκότως βούλοιντ ἂν ἡμᾶς πάντας ἐξολωλέναι, ἵνα τὰς τελετὰς λάβοιεν αὐτοὶ τῶν θεῶν. ταῦτ ἄρα πάλαι τῶν ἡμερῶν παρεκλεπτέτην καὶ τοῦ κύκλου παρέτρωγον ὑφ ἁμαρτωλίας. ναὶ μὰ Δία. πρὸς ταῦτ ὦ φίλ Ἑρμῆ ξύλλαβε ἡμῖν προθύμως τήνδε καὶ ξυνέλκυσον. καί σοι τὰ μεγάλ ἡμεῖς Παναθήναι ἄξομεν πάσας τε τὰς ἄλλας τελετὰς τὰς τῶν θεῶν, μυστήρι Ἑρμῇ, Διιπόλει, Ἀδώνια: ἄλλαι τέ σοι πόλεις πεπαυμέναι κακῶν ἀλεξικάκῳ θύσουσιν Ἑρμῇ πανταχοῦ. χἄτερ ἔτι πόλλ ἕξεις ἀγαθά. πρῶτον δέ σοι δῶρον δίδωμι τήνδ, ἵνα σπένδειν ἔχῃς. οἴμ ὡς ἐλεήμων εἴμ ἀεὶ τῶν χρυσίδων.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기