호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φέρε δὴ κατίδω ποῖ τοὺς λίθους ἀφέλξομεν.? ὦ μιαρὲ καὶ τολμηρὲ τί ποιεῖν διανοεῖ· οὐδὲν πονηρόν, ἀλλ ὅπερ καὶ Κιλλικῶν. ἀπόλωλας ὦ κακόδαιμον. οὐκοῦν ἢν λάχω. Ἑρμῆς γὰρ ὢν κλήρῳ ποιήσεις οἶδ ὅτι. ἀπόλωλας, ἐξόλωλας. ἐς τίν ἡμέραν· εἰς αὐτίκα μάλ. ἀλλ οὐδὲν ἠμπόληκά πω, οὔτ ἄλφιτ οὔτε τυρόν, ὡς ἀπολούμενος. καὶ μὴν ἐπιτέτριψαί γε. κᾆτα τῷ τρόπῳ οὐκ ᾐσθόμην ἀγαθὸν τοσουτονὶ λαβών· ἆρ οἶσθα θάνατον ὅτι προεῖφ ὁ Ζεὺς ὃς ἂν ταύτην ἀνορύττων εὑρεθῇ· νῦν ἆρά με ἅπας ἀνάγκη στ ἀποθανεῖν· εὖ ἴσθ ὅτι. ἐς χοιρίδιόν μοί νυν δάνεισον τρεῖς δραχμάς: δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι. ὦ Ζεῦ κεραυνοβρόντα. μὴ πρὸς τῶν θεῶν ἡμῶν κατείπῃς, ἀντιβολῶ σε δέσποτα. οὐκ ἂν σιωπήσαιμι. ναὶ πρὸς τῶν κρεῶν, ἁγὼ προθύμως σοι φέρων ἀφικόμην. ἀλλ ὦ μέλ ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι, εἰ μὴ τετορήσω ταῦτα καὶ λακήσομαι. μή νυν λακήσῃς, λίσσομαί ς ὦρμῄδιον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기