- 텍스트

Aristophanes, Lysistrata, Episode 1:

(아리스토파네스, Lysistrata, Episode 1:)

μὰ τὴν Ἀφροδίτην οὐ σύ γ, ἀλλ ἢ χαλκίον ἔχειν τι φαίνει κοῖλον:? εἴσομαι δ ἐγώ. ὦ καταγέλαστ ἔχουσα τὴν ἱερὰν κυνῆν κυεῖν ἔφασκες· καὶ κυῶ γε νὴ Δία. τί δῆτα ταύτην εἶχες· ἵνα μ εἰ καταλάβοι ὁ τόκος ἔτ ἐν πόλει, τέκοιμ ἐς τὴν κυνῆν ἐσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί. τί λέγεις· προφασίζει: περιφανῆ τὰ πράγματα. οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς· ἀλλ οὐ δύναμαι γωγ οὐδὲ κοιμᾶσθ ἐν πόλει, ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε. ἐγὼ δ ὑπὸ τῶν γλαυκῶν γε τάλαιν ἀπόλλυμαι ταῖς ἀγρυπνίαισι κακκαβαζουσῶν ἀεί. ὦ δαιμόνιαι παύσασθε τῶν τερατευμάτων. ποθεῖτ ἴσως τοὺς ἄνδρας: ἡμᾶς δ οὐκ οἰεί ποθεῖν ἐκείνους· ἀργαλέας γ εὖ οἶδ ὅτι ἄγουσι νύκτας. ἀλλ ἀνάσχεσθ ὦγαθαί, καὶ προσταλαιπωρήσατ ἔτ ὀλίγον χρόνον, ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰν μὴ στασιάσωμεν: ἔστι δ ὁ χρησμὸς οὑτοσί. λέγ αὐτὸν ἡμῖν ὅ τι λέγει. σιγᾶτε δή. ἀλλ ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον, τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων, παῦλα κακῶν ἔσται, τὰ δ ὑπέρτερα νέρτερα θήσει Ζεὺς ὑψιβρεμέτης - ἐπάνω κατακεισόμεθ ἡμεῖς· ἢν δὲ διαστῶσιν καὶ ἀναπτῶνται πτερύγεσσιν ἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξει ὄρνεον οὐδ ὁτιοῦν καταπυγωνέστερον εἶναι. σαφής γ ὁ χρησμὸς νὴ Δί. ὦ πάντες θεοί, μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι, ἀλλ εἰσίωμεν. καὶ γὰρ αἰσχρὸν τουτογὶ ὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION