호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἴ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρ ἄκραν ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα.? τουτὶ τί ἦν· ποῦ τοξότης· ταύτης ἔχου. παύσω τιν ὑμῶν τῆσδ ἐγὼ τῆς ἐξόδου. εἴ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει, ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας. οἴμοι κακοδαίμων: ἐπιλέλοιφ ὁ τοξότης. ἀτὰρ οὐ γυναικῶν οὐδέποτ ἔσθ ἡττητέα ἡμῖν: ὁμόσε χωρῶμεν αὐταῖς ὦ Σκύθαι ξυνταξάμενοι. νὴ τὼ θεὼ γνώσεσθ ἄρα ὅτι καὶ παρ ἡμῖν εἰσι τέτταρες λόχοι μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων. ἀποστρέφετε τὰς χεῖρας αὐτῶν ὦ Σκύθαι. ὦ ξύμμαχοι γυναῖκες ἐκθεῖτ ἔνδοθεν, ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες, ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες, οὐχ ἕλξετ, οὐ παιήσετ, οὐκ ἀράξετε· οὐ λοιδορήσετ, οὐκ ἀναισχυντήσετε· παύσασθ, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε. οἴμ ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν. ἀλλὰ τί γὰρ ᾤου· πότερον ἐπὶ δούλας τινὰς ἥκειν ἐνόμισας, ἢ γυναιξὶν οὐκ οἰεί χολὴν ἐνεῖναι· νὴ τὸν Ἀπόλλω καὶ μάλα πολλήν γ, ἐάνπερ πλησίον κάπηλος ᾖ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기